no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 22747.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Φ τῷ καὶ Εὐδαίμονι Ἑρμοπολίτῃ παρὰ Αὐρηλίας Ἑρμιόνης διὰ τοῦ πατρὸς Αὐρηλιουαὐτῆσ Σωτῆρος χουἐνάρχου βουλευτοῦ ἄρξαντος Ἀντινοέ ωνπτων πόλεως. βούλομαι ἑκουσίως μισθώσασθαι παρὰ σοῦ ἐπʼ ἔτη πέντε ἀπὸ τοῦ ὄντος μηνὸς Χοιὰκ τοῦ ἐνεστῶ τος α ἔτους ψιλὸν τόπον οὗ μέτρα νότον ἐπὶ βορρᾶ πηχῶν ἕξ , παλαστῶνπαλεστῶν δύο , λίβα ἐπʼ ἀπηλιώτην ὀκτὼ ἐν Ἑρμου πόλει ἐπʼ ἀμφόδου Φρουρίου Ἀπηλιώτου ἐκ λιβὸς πρὸς τῷ νότῳ τῆς οἰκίας πρὸς χρῆσιν ἐνοικίου ἑκάστου ἐνι αυτοῦ δραχμῶν τεσσεράκοντα ἅσπερ ἀποδώσω σοι κατʼ ἔτος ἀνυπερθέ τως καὶ ἀκοιλάντως, ἐπὶ τέλει δὲ τοῦ πενταετοῦς χρόνου παραδώσω σοι τὸν τόπον ὡς παρείληφα καὶ ἐρω τηθεῖσα διὰ τοῦ πατρὸς ὡμολόγησα. ἔτους α Αὐτοκρατόρων Καισάρων Τίτου Φλαυίου Ἰουνίυ Μακριανοῦ καὶ Τίτου Φουλουίου Ἰουλίου Κυήτου Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Χοιὰκ β. Αὐρηλία Ἑρμιόνη διʼ ἐμαυτοῦἑαυτοῦ πατρὸς Σωτῆρος καὶ ὡς χρηματίζω μεμίσθωμαι ὡς πρόκειταιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.