no image
DDbDP-text
Πανίσκος Χαιρήμονος γενόμενος βασιλικὸς γραμματεὺς Περὶ Θήβας Σαραπίωνι Σαραπίωνος τῶι νυνεὶ βασιλικῶι γραμματεῖ τοῦ αὐτοῦ νομοῦ χαίρειν. ὁμολογῶὁμολογῶι, ἐὰν γένηται ὁ διαλογισμὸς τῶι δεκάτωι ἔτει ὑπὲρ ἐνάτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος αὐτὸς ἐξαρτεῖν τά τε λογιστήρια καὶ τὴν τάξιν τοῦ ἰδίου λόγου βυβλίοις καὶ ὑποκειμέναις ἀναγραφαῖς πρὸς τὸν διαλογισμόν, ἐὰν δὲ μὴ γένη ται τῶι δεκάτωι ἔτει, ἀποδώσωμεν ἕκαστος τὸ ἀνα γράφιον ὧν ἕκαστος χρόνων ἔμεινεν ἐν τῆι τάξει. ἔτους δεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Φαῶφι ιε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.