no image
DDbDP-text
Gestellungsbürgschaft via HGV-meta
Linked by Trismegistos ID
TM 22365.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν Φλαυίων Καισαρίου καὶ Ἀττικοῦ τῶν λαμπροτάτων. Αὐρηλίῳ Κύρῳ Φιλάμμωνος πολιτευομένῳ ἐνάρχῳ νυκτοστρα τήγῳ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης παρὰ Αὐρηλίου Θεοδώρου Περιόδου σχολαστικοῦ καὶ γραμματικοῦ ἀπὸ τῆς αὐτῆς πόλεως ἑξῆς ὑπογράφοντος. ὁμολογῶ ὀμνὺς τὴν θείαν καὶ οὐρανίαν τύχην τῶν πάντα νικώντων δεσποτῶν ἡμῶν Ἀρκαδίου καὶ Ὁνωρίου τῶν αἰωνίων Αὐγούστων ἑκουσίως καὶ αὐθαιρέτως ἐγγυᾶσθαι Αὐρήλιον Ταυρίνον Περιόδου ὁμογνήσιον ἀδελφὸν ἀπὸ τῆς αὐτῆς πόλεως ἐπὶ τῷ αὐτὸν εἴσω δέκα ἡμερῶν ἀπὸ τῆς σήμερον ἡμέρας, ἥτις ἐστὶν Μεχὶρ τρίτη μετὰ γιου ἐπις τα φθηναι· ἐὰν δὲ ἀφυστερήσῃ καὶ μὴ παραστήσω, ἐγὼ αὐτὸς τὸν ὑπὲρ αὐτοῦ λόγον ὑπομενοῦμαι καὶ μηδὲν διεψεῦσθαι ἢ ἔνοχ ος εἴην τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος ΘεόδωροςΘεότωρος Περιόδου γραμματικὸς καὶ σχολασ τικὸς ἐγγυῶμαι τὸν ἀδελφὸν Ταυρίνον ὥστε παρ εἴσω δέκα ἡμερῶν παραστῆσαι ἀπὸ τῆς σήμερον. κύριον τὸ χειρόγραφον ὡς πρόκειται. ἐγγύη Ταυρίνου Περιόδου ἀπὸSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.