no image
DDbDP-text
Prestito di denaro via HGV-meta
Linked by Trismegistos ID
TM 11593.
Each record below describes this same ancient text from a different angle.
ἔτους τρεισκαιδεκάτουτρισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ, Χοιὰκ ια ἐν Τεβτύνι τῆς Πολέμωνος μερί δος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογοῦσι Κρονίων Χεῶτος ὡς ἐτῶν τεσσεράκοντα ἐννέα οὐλὴ δακτύλωι μικρῶι χειρὸς ἀριστερᾶς καὶ ἡ τούτου γυνὴ Θεναπύγχεις Πατύνεως ὡς ἐτῶν τεσσεράκοντα οὐλὴ γόνατι δεξιῶι καὶ ἀμφοτέρων τέκνα, Κρονίων ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ πήχει δεξιῶι καὶ Ταορσενοῦ φις οὔσα δὲ καὶ γυνὴ τοῦ ἀδελφοῦ Κρονίωνος ὡς ἐτῶν εἴκοσι δύο οὐλὴ ἀντικνημίωι δεξιῶι, οἱ τέσσαρες ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν, αἱ γυναῖκες μετὰ κυρίων ἑκατέρα τοῦ προγεγραμμένου αὐτῆς ἀνδρός, Ἡρακλείδῃ Διδύμου νεωτέρου τοῦ Ἡρώδου ὡς ἐτῶν δέκα ἐννέα οὐλή μετώπῳ ἔχειν παρʼ αὐτοῦ Ἡρακλείδου παραχρῆμα διὰ χειρὸς χρῆσιν ἀργυρίου κεφαλαίου δραχμὰς διακοσίας τριάκοντα ἓξ σὺν τόκοις, ὧν καὶ ἐπάναγκον τὴν ἀπόδοσιν ποιήσονταιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.