no image
DDbDP-text
Copia di contratto di divorzio via HGV-meta
Linked by Trismegistos ID
TM 11574.
Each record below describes this same ancient text from a different angle.
ἀντίγραφον ὁμολογίαςὁμολογείας. ἔτους β Ἀντωνείνου Καίσαρος τοῦ κυρίου μηνὸς Σεβαστοῦ β ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογοῦσιν ἀλλήλοις Κρονίων Κρονίωνος ὡς ἐτῶν νδ οὐλὴ πήχειπήχι ἀριστερῶι καὶ ἡ γενομένηγεναμένη αὐτοῦ γυνή, οὖσα δὲ καὶ ὁμοπάτριος καὶ ὁμομήτριος ἀδελφή, Ταορσενοῦφις ὡς ἐτῶν ν ἄσημος, αὐτὴ δὲ μετὰ κυρίου τοῦ ἀμφοτέρων πατρὸς Κρονίωνος τοῦ Χεῶτος ὡς ἐτῶν οϛ οὐλὴ χειρὶ δεξιᾷ συνῇρσθαι τὴν πρὸς ἀλλήλους συμβίωσιν ἥτις αὐτοῖς συνηστήκει ἀγράφως καὶ ἐξεῖναι ἑκατέρῳἑκατέρου αὐτῶν τὰ καθʼ ἑαυτὸν οἰκονομεῖνοἰκονομῖν ὡς ἐὰν αἱρῆται, τῇ δὲ Ταορσενοῦφι σὺν ἑτέρωι ἀνδρὶ συμβιοῦνσυμβιοῖν ἀσυκοφάντητιἀσυκοφαντητωι οὔσῃ κατὰ πάν τα τρόπον· ὃν δὲ προφέρονται πάντες οἱ προ γεγραμμένοι τὸν Κρονίωνα ἀπενεγκάμενον τῆς ἀδελφῆς Ταορσενούφεως κόσμον τὸν χρυ σίου μναιαίουμναιειαίου ἑνὸς καὶ τεταρτῶν δέκα καὶ ἀσήμου ὁλκῆς στατήρων εἴκοσι ὀκτὼὀκτὼι καὶ ἐξαργυρίσαντα εἰς τὸ ἴδιον ἐπάναγκον τὸν ὁμολογοῦντα Κρονίωνα ἀποδώσιν τῇ ἀδελφῇ Ταορσενούφει ἐν τοῖς ἴσοις κοσμαρίοις ἐν ἡμέραις ἑξήκοντα ἀπὸ τῆς ἐνεστώσης ἡμέρας, γεινο μένης αὐτῇ Ταορσενούφει τῆς πράξεως ἐκ τοῦ ἀδελφοῦ Κρονίωνος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων· περὶ δὲ τῶν ἄλλων εἰς τὴν συμβίωσιν ἀνηκόντων μὴ ἐπελεύσεσθαιἐπελεύσασθαι ἐπʼ ἀλλήλους περὶ μηδεμίαν παρεύρεσιν, τὸν δὲ Κρονίωνα ἐπὶ τὴν Ταορσενοῦφιν μηδὲ περὶ ὧν ἐωνήσατο καθʼ ὁνδέποτε τρόπον διὰ τὸ τὴν τούτων τιμὴν αὐτὴν ἐξ ἰδίων διαφόρων ἐξοδιακέναιἐξωδιακέναι, ἀλλὰ μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς πράγματος ἐνγράπτου μηδὲ ἀγράφου μέχρι τῆς ἐνεστώσης ἡμέρας. γεγόνασιγεγονε δὲ αὐτοῖς ἐξ ἀλλήλων υἱοὶ Σασῶπις καὶ Πακῆβκις καὶ θυγάτηρ Τεφορσάειν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.