no image
DDbDP-text
Ποσειδώνιος Σαραπίωνι χαίρειν. τῆς παρὰ Γαλέστου γεγραμμένης ἐπιστολῆς ὑποτετάχαμέν σοι τὸ ἀντίγραφον, ὅπως κατακολουθῆις τῆι γεγονυίαι ἐπὶ τοῦ αὐτοῦ διεξαγωγῆι περὶ ὧν δεδήλωκε διαμφισβητῆσαιδιαμφιζβητῆσαι Ἁροννῶφριν τὸν σιτολόγον πρὸς Δωρίωνα ναύκληρον τοῦ Πτολεμαίου κερκούρου ἀγωγῆς Ζ ὑπὲρ τοῦ μείζονι μέτρωι τὴν ἐμβολὴν τῶν πυρῶν γεγονέναι. ἔρρωσο. ἔτους Ἁθὺρ β Γαλέστης Ποσειδωνίωι χαίρειν. τῆς πρὸς Ἁροννῶφριν τὸν σιτολόγον ἐπιστολῆς ἀντίγραφον ὑποτετάχαμεν, ὅπως κατακολουθῆις. ἔτους ι. Ἁροννώφρει· διαμφισβητήσαντοςδιαμφιζβητήσαντος σου πρὸς Δωρίωνα ναύκληρον τοῦ Πτολεμαίου κερ κούρoυ ἀγωγῆς Ζ ὑπὲρ τοῦ μείζονι μέτρωι τὴν ἐμβολὴν τῶν πυρῶν γεγονέναι, προσκαλεσάμενοι τὸν Δωρίωνα παρόντος καὶ Ψαμματίχου τοῦ παρὰ σοῦ ἐποιούμεθα τὴν τούτων ἐπίσκεψιν τῆι ι τοῦ ἐνεστῶτος μηνὸς καὶ τὸ μὲν μέτρον συμβαλόντες πρὸς τὸ ἐν Μέμφει χαλκοῦν κατελαμβάνομεν μεῖζον ὂν ταῖς ρ πυρῶν ἀρτάβαις ἀρτάβης α, ὁ δὲ Δωρίων σας προεφέρετο ἀνειληφέναι ἀρτάβας ΕΣπα 𐅵 ὥστ’ εἶναι προσαγομερ ἃς ἐγεγράφεις ἀρτάβας Ετλδ δ, ἐφ᾽οἷς καὶ τοῦ Ψαμματίχου τ ὅτι οὐκ ἀνειλήφει ὁ Δωρίων πλεῖον τῶν ΕΣπα 𐅵 ἀρταβῶν καὶ τῶν ν θ ἐκ τῆς δι’ ἡμῶν ἐπισκέψεως ἀρταβῶν νβ 𐅵δ. τῶν δε χειρογραφήσαντος αὐτoῦ τὸν βασιλικὸν ὅρκον ὠιόμεθα δεῖν διασαφῆσαις, ὅπως συνελκυσθῆις τοῖς ὠικονομημένοις. Σαραπίωνι παρὰ ΠοσειδωνίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.