no image
DDbDP-text
Σιμίας Διονυσίωι χαίρειν. Δωσίθεος ὁ οἰκονόμος ὑποτέταχεν ἡμῖν ἀντίγραφον τῆς πρὸς σὲ παρ’ αὐτοῦ γεγραμμένης ἐπιστολῆς, ὑφ’ ἣν κατακεχώρισται καὶ τὸ κατ’ ἄνδρα τοῦ προσηγμένου πυροῦ, ἵνα μὴ χορηγῆι ἐλασσόνων ἐκφορίων εἰς συμπλήρωσιν τῆς ἐπιβολῆς τὰ γινόμενα τοῦ αἱροῦντος κεφαλαίου, οἰόμενος δεῖν τὰ συναχθησόμενα ἐκ ταύτης γενήματα ἀσφαλισθῆναι μέχρι τοῦ πάντα τὰ εἰς τὸ βασιλικὸν ἐκπληρωθῆναι. προνοήθητι οὖν ἐπιστρεφέστερον, ἵνα γένηται ἀκολούθως. ἔρρωσο. ἔτους λδ Φαρμοῦθι κδ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.