no image
DDbDP-text
Epimachos an Philippos via HGV-meta
Linked by Trismegistos ID
TM 112488.
Each record below describes this same ancient text from a different angle.
ἐλ ε τι Ἐπίμαχος Φιλίππωι χαίρειν. ἐπεὶ Σαραπίων ὁ ὑποδιοικητὴς ὑποτέταχεν ἡμῖν ἀντίγραφον τῆς πρὸς σὲ ἐπιστολῆς περὶ τῶν κατὰ τὸ ἐν Ἡρακλέους πόλει ἐλαιούργιον καὶ κικιούργιον, ἃ ἀνενέγκατο Πετῶς ὁ πρὸς τοῖς ἐργαστηρίοις ἀργεῖν ἕνεκα τοῦ μὴ παράγεσθαι ἐκ τοῦ νομοῦ τὰ φορτία περιέσταται, προνοήθητι, ὡς διὰ τάχους μετακομισθήσεται τὰ ἐκποιοῦντα εἰς τὴν κατεργασίαν, ἵνα ὁ Σαραπίων, ὥσπερ προσεκτέθεικεν, συντάσσηι τὰς ἐξ ὑγροῦ τιμὰς καὶ συντόμως ἐπιτελεσθῆι τὸ ὑφ’ ὑμ vestiges ἔρρωσο. ἔτους κβ Χοιὰχ κε σιτολόγωι vestiges ΦΙΛΙΠΠΩΙSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.