no image
DDbDP-text
Brief, Schwierigkeiten bei der Steuererhebung betreffend via HGV-meta
Linked by Trismegistos ID
TM 37291.
Each record below describes this same ancient text from a different angle.
λη ἐπιδείξατε αὐτῷ ἤδη γὰρ δευτέραν ἔφοδον ἐποίησαν καθʼ ἡμῶν θ ὑπερθέσει χρήσηται ἡ σὴ μεγαλοπρέπεια περὶ τούτου. ἐπιστολὴν γὰρ πεποίημαι πρὸς τὸν ἔκδικον περὶ τούτου, ἥνπερ ἀποδοῦναι αὐτῷ καταξιώσατε. εἰ δὲ χρεία γένηται, καταξιώσατε πέμψαι τὸν εὐδοκιμώτατον Μέγαν ἢ ἄλλον τινὰ δυνάμενον ιναι αὐτοῖς. τὴν δὲ ἐπιστολὴν τὴν πρὸς Βίκτορα τὸν διοικητὴν τῆς Ἀνταίου παραχρῆμα καταξιώσατε πέμψαι καὶ λαβεῖν ἀντίγραφα καὶ πέμψαι μοι. ἐπειδὴ δὲ ἐξ ὧν ὁρῶ οὐκ ἀνέχεται Κολλοῦθος ὁ ὑποδέκτης τοῦ κυρίου Ἰωάννου τοῦ πολιτευομένου κατελθεῖν μετὰ καλοῦ, καταξιώσῃ σου ἡ μεγαλοπρέπεια συνάψαι αὐτῷ βουκελλαρίους τοὺς ὀφείλοντας παρασκευάσαι παραυτὰ τοῦτον περιπατοῦντα κατελθεῖν ἐνταῦθα. χρυσίον γὰρ ἱκανὸν προετέλεσενπροετέλησεν ὁ ἐν ἁγίοις ὑπὲρ αὐτῶν περὶ οὗ πρὸ πολλοῦ πάλαι τκετουγφ καὶ ὤχλησα αὐτοῖς τοῦτο συναγαγεῖνσυναγαγῖν καὶ κατελθεῖν καὶ το τον κατελθεῖν δὲ οὐκ ἠνέσχονται ὀχλοῦντος τοῦ αὐτοῦ αἰδεσίμου ἀνδρὸς καὶ περὶ ἄλλης ἀπαιτήσεως χρυσίου. καταξιώσατε οὖν, ἐπειδὴ οὐκ ἠνέσχονται λα ἄνευ πάσης εὑρεσιλογίας καταπέμψαι αὐτόν. συνκατέλθῃ δὲ αὐτῷ καὶ ὁ τρακτευτής. λάβῃ δὲ ὁ αὐτὸς Κολλοῦθος καὶ τὸ χρυσίον τὸ ἀνυσθὲν παρὰ Σχολαστικοῦ ειμενονμ τῶν ποιμένων καὶ ταπισκο παρασκευάσατε πεμφθῆναί μοι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.