no image
DDbDP-text
Anweisung zur Lieferung von Saatkorn via HGV-meta
Linked by Trismegistos ID
TM 21213.
Each record below describes this same ancient text from a different angle.
σιτολόγοις Ταλαὼ Φλαύιος Ἡρακλείδης στρατηγὸς Ὀξυρυγχίτου Πλούτῳ καὶ μετόχοις σιτολόγοις χαίρειν. μετρήσατε ἐκ τοῦ καλλίστου δείγματος συνεπιστελλόντων Γαίου βασιλικοῦ γραμματέως καὶ τ ἀπὸ γενήματος τοῦ διελθόντος ζ ἔτους εἰς τὴν τοῦ ἐνεστῶτος ὀγδόου ἔτους Δομιτιανοῦ Καίσαρος τοῦ κυρίου κατασπορὰν Ἡρακλήῳ ὡς ἐτῶν μ οὐλὴ μετώπῳ μέσῳ καὶ Δημᾶτι ὡς ἐτῶν λγ οὐλὴ ποδὶ ἀριστερῷ καὶ Θώνει ὡς ἐτῶν κε οὐλὴ γόνατι δεξιῷ καὶ Πα ποντῶτι ἀσθενῶς διακειμέ νῳ διὰ τῶν προγεγραμμέ νων ἀδελφῶν τοῖς τέσσαρσι Παήσιος τοῦ Δημᾶτος μητρὸς Τσεντίου Παποντῶτος ἀπὸ κώμης Ταλαώ, οὓς καὶ γνωριεῖτε ἰδίῳ κινδύνῳ, ἃς ᾐτήσαντο εἰς ἃς ἐσήμη ναν Ἐπίμαχος τοπογραμματεὺς κάτω το παρχίας ἀπηλιώτου μερίδος καὶ Πεκῦσις κωμογραμματεὺς Ταλαὼ γεωρ γεῖν αὐτοὺς περὶ τὴν αὐτὴν Τα λαὼ επ τοπ ημ οσετ Ποτάμωνος ἀρούρας η ένους καὶ Ἱπποκρά τους ἀρούρας καὶ ἐκ τοῦ Ἀπολλ ἀρούρας η· γίνεται βασιλικῆς γῆς καὶ ἄλλων εἰδῶν ἀρούρας κε δ, πυροῦ ἀρτάβας κε δ, ἃς καὶ κατα θήσονται εἰς τὴν γῆν ὑγιῶς ἐπα κολουθούντων τῇ καταθέσεικαταθέσι τοῦ τε κωμογραμματέως καὶ κωμοπρακτόρων, καὶ ἐκἐγ νέων ἀποδώσουσι ἅμα τοῖς τῆς γῆς δημοσίοις, παρʼ οὗ καὶ λάβετελάβεται τὴν καθήκουσαν χειρογρα φίαν. ἔτους η Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Νέου Σεβαστοῦ θ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.