no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 38216.
Each record below describes this same ancient text from a different angle.
Φλάουιος Θεόδωρος σὺν θεῷ ἰλλούστριος υἱὸς Ἰωάννου τοῦ τῆς ἐνδόξου μνήμης γενομένου στρατηλάτου Φλαουίῳ Μηνᾷ τῷ λαμπροτάτῳ διοικητῇ τῆς ἈπολλωνοπολιτῶνἈπολλωνοπόλεωσ καὶ τοῖς μετά σεμετὰ σοῦ παραλημψομένοις τὴν διοίκησιν καὶ φροντίδα Ἀπόλλωνος. θελήσῃ παρασχεῖν ἀββᾷ Σενουθίῳ τῷ ὁσιωτάτῳ μου δεσπότῃ καὶ πατρὶ καὶ ἐπισκόπῳ Ἀπόλλωνος, χωρὶςχωιρὶς τῶν διδομένων αὐτῷ παρὰ τοῦ ἐν ἁγίοις μου δεσπότου καὶ πατρός, ἀπὸ ἑβδόμης ἰνδικτίονος καὶ αὐτῆς καὶ ἐφεξῆς καὶ ἐπὶ τὸ διηνεκὲς σίτου ἀρτάβας πεντήκοντα μοδίῳ Ἀπόλλωνος καὶ οἴνου ἀγγεῖαἀγγῖα ἑκατόν, γίνονται σίτου ἀρτάβαι ν οἴνου ἀγγεῖα ρ μόνα, καὶ πρὸς ὑμετέραν ἀσφάλειαν πεποίημαι τὸ παρὸν καθολικὸν ἐπίσταλμα γραφὲν χειρὶ Ἰωάννου τοῦ ἐμοῦ νοταρίου μεθʼ ὑπογραφῆς ἐμῆς ὡς πρόκειται. ἐγράφη Ἁθὺρ η ἰνδικτίονος ἕκτης . Φλάουιος Θεόδωρος υἱὸς υιος Ἰωάννου τοῦ τῆς ἐνδόξου μνήμης στοιχῶ τῷ παρόντι καθο λικῷκοθολικῷ ἐπιστάλματι τῶν τοῦ σίτου ἀρταβῶν πεντή κοντα καὶ οἴνου ἀγγείωνἀγγίων ἑκατόν ὡς πρό κειται ἀπὸ ἑβδόμης ἰνδικτίονος καὶ ἐφεξῆς. ἐπίσταλμα τοῦ ὁσιωτάτου ἐπισκόπου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.