no image
DDbDP-text
Receipt for a Charitable Benefaction via HGV-meta
Linked by Trismegistos ID
TM 22032.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ε, ὑπατείαςὑπατίας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους δ, Φαμενὼθ ιζ ἰνδικτίονος ε. τοῖς ὑπερφυεστάτοις διαδόχοις τοῦ τῆς εὐκλεοῦς μνήμης Ἀπίωνος γενομένου πρωτοπατρικίουπρωτοπατριπατρικίου γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντοςἐπωρωτο͂ντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις προσώποις τὴν ἀγωγὴν καὶ ἐνοχὴν Μηνᾶς νοτάριος τῆς ὑμῶν ὑπερφυείας υἱὸς τοῦ μακαρίου Ἰωάννου ἑξῆς ὑπογράφων ἰδίᾳ χειρὶ ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως καὶ οἰκονόμος τοῦ ἁγίου νοσοκομίου ἀββᾶ Ἠλίαλια περὶ τὸντων ἅγιον Νεῖλον. ὁμολογῶ εἰληφέναι καὶ πεπληρῶσθαι παρὰ τῆς ὑμῶν ὑπερφυείας τὴν ἁγίαναγιας προσφορὰν τῆς σὺν θεῷ ἕκτης ἐπινεμήσεως τουτέστιν σίτου καγκέλλῳκαγκάλλῳ ἀρτάβας τριακοσίας ἑβδομήκοντα μίαν, γίνονται σίτου καγκέλλῳ ἀρτάβαι τοα, τὰς καὶ δοθείσαςδοθισας μοι διὰ Ἰούστου τοῦ αἰδεσίμου χαρτουλαρίου τῆς ὑμῶν ὑπερφυείας, καὶ πρὸς ἀπόδειξιν τῆς ὑποδοχῆς ταύτην πεποίημαι τὴν ἀπόδειξιν, ἥτις κυρία οὖσα ἀπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Μηνᾶς νοτάριος τοῦ ἐνδόξου οἴκου υἱὸς τοῦ μακαρίου Ἰωάννου στοιχεῖ μοι ἡ παροῦσα ἀπόδειξις τῆς ϛ ἰνδικτίονος τῶν ἀρταβῶν τριακοσίων ἑβδομήκοντα μιᾶς ὡς πρόκειται. δι εμυ παπνυτηιυ. ἀπόδειξις Μηνᾶ τοῦ εὐδοκιμωτάτου νοταρίου τοῦ ἐνδόξου οἴκου οἰκονόμου τοῦ νοσοκομίου ἀββᾶ Ἠλία σίτου ἀρταβῶν καγκέλλῳ τοα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.