no image
DDbDP-text
Fragment de quittance via HGV-meta
Linked by Trismegistos ID
TM 18879.
Each record below describes this same ancient text from a different angle.
Φλάυιοι καὶ ΘεοδόσιοςΘεοδοσιου, υἱοὶ τοῦ τῆς λαμπρᾶς μνήμης Κύρου πολιτευσαμένου, διʼ ἐμοῦ βίκτορος Ψαίου διὰ Φλαυίου Βίκτορος , εὐλαβεστάτου πρεσβυτέρου καὶ προνοητοῦ, κληρονόμοις Ἀπολλῶτος Διοσκόρου διὰ Διοσκόρου υἱοῦ αὐτοῦ, καὶ Φοιβάμμωνος γαμβροῦ, χαίρειν. ἐδεξάμην παρʼ ὑμῶν ὑπὲρ φόρου τῶν ὑφʼ ὑμᾶς ἀρουρῶν ἐν διαφόροις τόποις ἐν πεδίαδιδιακειμένων ἐπὶ τῆς κώμης Φθλα, κλήρου Πιασε, κανόνος ἑνδεκάτης ἰνδικτίονος, οὕτως· ὑπὲρ μὲν τοῦ κλήρου Ἄπα Ὀννωφρίου, σιτοκρίθου κατὰ τὸ ἥμισυ ἀρτάβας εἴκοσι μίαν τρίτον σὺν ἀναλώμασι, καὶ ἔξω τοῦ χώματος ὑπὲρ τοῦ ὑπὸ τὸν εἰρημένον Διόσκορον, σιτοκρίθου κατὰ τὸ ἥμισυ ἀρτάβας δύο δίμοιρον , καὶ ὑπὲρ τοῦ ὑπὸ Φοιβάμμωνα τὸν εἰρημένον, ἔσω τοῦ χώματος ἐν τῷ τόπῳ ΠιρίωνἸβρίων σιτοκρίθου κατὰ τὸ ἥμισυ ἀρτάβας πέντε τρίτον · γίνονται ὁμοῦ ἀρτάβαι κθ γ σὺν ἀναλώμασι. καὶ εἰς ὑμῶν ἀσφάλειαν ἐξέδωκα τοῦτο τὸ ἐντάγιον μεθʼ ὑπογραφῆς ἐμῆς ὡς πρόκειται. οἱ προγεγραμμένοι γεοῦχοι διʼ ἐμοῦ Βίκτορος πρεσβυτέρου στοιχεῖ μοι τὸ ἐντάγιον ὡς πρόκειται. ἐγράφη Θεοδόσιου Κύρου πολιτευσαμένου τοῦ γε κλήρου Ἄπα Ὀννοφρίου ἔσω τοῦ χώματος τὰ γενάμεναSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.