no image
DDbDP-text
Paramonevertrag via HGV-meta
Linked by Trismegistos ID
TM 21207.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Ὁνωρίου τοῦ αἰωνίου Αὐγούστου τὸ ια καὶ Φλαουίου Κωνσταντίου τοῦ λαμπροτάτου Φαρμοῦθι δ. Αὐρηλία Ἀσεννὲθ θυγάτηρ Παύλου μητρὸς Θέκλας ἀπὸ ἐποικίου Ἀλκώνιος τοῦ Ὀξυρυγχίτου νομοῦ Αὐρηλίῳ Χαιρήμονι υἱῷ Σερήνου ἀπὸ τῆς λαμπρὰς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ εἰς λόγον προχρείας ἧς ποιοῦμαι παρὰ σοὶ χρείας διὰ χειρὸς ἐξ οἴκου σου χρυσοῦ νομισμάτια ἁπλᾶ δεσποτικὰ εὔσταθμα δόκιμα ἀριθμῷ δύο γίνεται νομισμάτια β κεφαλαίου ἐπὶ τῷ με παραμένειν παρὰ σοὶ καὶ τὰ ἐπιτασσόμενά μοι ὑπὸ σοῦ ἀμέμπτως ἐκτελέσαι καὶ ἀκαταγνώστου προαιρέσεως, καὶ ὁπόταν βουληθῶ ἀναχωρεῖν ἀπὸ σοῦ ἢ ὁπηνίκα ἂν αὐτὸς ἐθέλοις, ἐπάναγκές με παρασχεῖν σοι ἄνευ δια φόρου τὰ προκείμενα τοῦ χρυσοῦ νομισμάτια δύο ἀνυπερθέτως, γιγνομένης σοι τῆς πράξεως παρά τε μου καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ γραμματεῖονγραμματῖον δισσὸν γραφὲν καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Ἀσεννὲθ θυγάτηρ Παύλου ἔσχον εἰς λόγον προχρείας τὰ τοῦ χρυσοῦ νομισμάτια δύο καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται. Αὐρήλιος Ἑρμείας πρικος ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου. χειρόγραφον Ἀσεννὲθ θυγατρὸς ΠαύλουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.