no image
DDbDP-text
Veröffentlichung eines Statthalter - Ediktes über die Bürger von Antinoopolis via HGV-meta
Linked by Trismegistos ID
TM 11490.
Each record below describes this same ancient text from a different angle.
Δημήτριος ὁ καὶ Ἁρποκρατίων στρατηγὸς Ἀρσινοείτου Θεμίστου καὶ Πολέμωνος μερίδων· ἐπιστολῆς γραφείσης ὑπὸ Ἑρεννίου Φιλώτα τοῦ κρατίστου ἐπιστρατήγου στρατηγοῖς τῶν ὑποτεταγμένων αὐτῇαὐτῷ νομῶν, ᾗ ὑπετάγηὑπετήγη ἀντίγραφον διατάγματος τοῦ λαμπροτάτου ἡγεμόνος Μουνατίου Φήλικος περὶ τῶν Ἀντινοέων, ἀντίγραφον δημοσίᾳ προτίθεται, ἵνα πάντες εἰδῶσι τὰ ὑπὸ αὐτοῦ διατεταγμένα. ἔτους ιδ Φαμενὼθ κϛ. Ἑρέννιος Φιλώτας στρατηγοῖς τῶν ὑπογεγραμμένων νομῶν χαίρειν. τοῦ πεμφθέντος μοι ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος περὶ τῶν Ἀντινοέων διατάγματος τὸ ἀντίγραφον ὑπέταξα, ἵνʼ ἕκαστος ἐγλαβὼν αὐτὸ δημοσίᾳ ἔν τε τῇ μητροπόλει καὶ τοῖς ἐπισημοτάτοις τοῦ νομοῦ τόποις προθῇ, ἵνα πάντες εἰδῶσι τὰ ὑπὸ αὐτοῦ διατεταγμένα. ἐρρῶσθαι ὑμᾶςεὔχομαι. ἔτους ιδ. Φαμενὼθ ΛητοπολείτουἙρμοπολείτου, Μεμφείτου, Ἀφροδειτοπολεί του, Ἡρακλειδου μερίδοςἩρακλεοπολείτου, Ὀξυρυγχείτου, ὈάσεωςὈάσεως, Ἀρσινοείτου, Κυνοπολείτου. Λούκιος Μουνάτιος Φῆλιξ ἔπαρχος Αἰγύπτου λέγει· Αὐτοκράτορος Ἀντωνίνου ανεστιν καὶ πόλις ἐπέσταλταιἐπισταλται δεν, ὅτι Ἀντωνῖνος ὁ κύριος τῷ αὑτοῦ πατρὶ θεῷ Ἁδριανῷ ἐν πᾶσιν ἕπεσθαι βουλόμενος, ὦ ἄνδρες Ἀντινοεῖς, ἐν τοῖς ἔμπρο σθεν χρόνοις ἀεὶ ἐτήρησεν τὰς δοθείσας ὑμῖνὑμεῖν ὑπὸ αὐτοῦ δωρεάς, ἃς καὶ νῦν ἔτι ἐπαύξει προστιθείς τι τῶν ὑμῖνὑμεῖν ἐπαγγελθέντων ὅτε ἔκτισεν ὑμῶν τὴν πόλιν. πειθόμενος οὖν αυτου ειγενεας καὶ διὰ τSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.