no image
DDbDP-text
Official Letter of a Vice - Prefect via HGV-meta
Linked by Trismegistos ID
TM 16579.
Each record below describes this same ancient text from a different angle.
ἔκλημψις τησεω ἔτους Ἀλεξάνδρου· Φαμενώθ· Κλαύδιος Ἑρεννιανὸς στρατηγοῖς ζ νομῶν καὶ Ἀρσινοείτου χαίρειν. τίὅτι μοι ἐπέστειλεν Καλπούρνιος Πετρωνιανὸς ὁ ἀξιολογώτατος ἔναρχος ἀρχιδικαστὴς μετὰ τῶν προσκειμένων ὑπομνημάτων ἐπʼ αὐτοῦ γενομένων ὑποταγῆναι ἐκέ λευσα. ὑμεῖς φροντίσατε κατὰ τὰ δεδηλωμένα νομίμως τὰ συναλλάγματα συν τελεῖσθαι — οὕτω γὰρ ἔσται τὰ συμβόλαια — καὶ τὸ ὀφειλόμενον ὑπὲρ αὐτῶν τῇ λαμπροτάτῃ πόλει τῶν Ἀλεξανδρέων ἀποδοθῆναι, μενόντων μὲν τῶν ἐπὶ τοῖς πρότερον πλημμελήσασιν ὡρισμένων, φυλαχθησομένης δὲ ἔτι μᾶλλον τῆς ὁμοίας ἐπεξελεύσεως ἐπὶ τῶν καὶ μετὰ ταύτην τὴν ὑπόμνησιν ἀπειθησόντωνἀπειθησάντων· ταύτης μου τῆς ἐπιστολῆς ἀντίγραφα ὡς περιέχει δημοσιωθῆναι εὐδήλοις γράμμασιν ἔν τε τῇ μητροπόλει καὶ τοῖς ἐπισήμοις τοῦ νομοῦ τόποις προνοήσασθε, ὡς μηδένα ἀγνοῆ σαι τὰ διηγορευμένα· καὶ ταῦτα γράφω διέπων τὰ κατὰ τὴν ἡγεμονίαν ἐκ θείας κελεύσεως. ἔτους Μεχεὶρ α. ΚαλπουρνιοSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.