no image
DDbDP-text
Letter of a Strategus via HGV-meta
Linked by Trismegistos ID
TM 17496.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Ἀπολλώνιος ὁ καὶ Εὐδαίμων στρατηγὸς Ὀξυρυγχίτου διὰ Εὐλογίουευλογιωυ διαδόχου Αὐρηλίῳ Ἡρᾷ πραιποσίτῳ η πάγου τῷ φιλ τάτῳ χαίρειν· ὁ κύριός μου ἡγούμενος τῆς ἩρκουλίαςἩρκουλλίας Αἰγύπτου Αὐρήλιος Ἀντώνιος διʼ ὧν εἰς καινὸν ἡμῖνἡμεῖν ἐπέσταλκεν γραμμάτων ἐκέλευσεν εὐθὺς ς εἰσενεχθῆ ναι ὑπὸ τῶν γεωργούντων εἰς λό γον ναύλου τοῦ προχωροῦντος εἰς μετάθεσιν ματικῶν εἰδῶν τῶν πεμφθησομένων ἀπὸ τῆς Ἀλεξανδρείας ἐπὶ τὸ Βυζάν τιον καὶ Ἡράκλειαν ὑπὲρ ἑκάστης ἀρού ρης σπορίμης οἵας δήποτε οὖν ποιότητος ἔτι τε καὶ ἀμπέλουἀμμπέλου ἀρούρης μιᾶς Ἀττικὰς πεντήκοντα καὶ ἐλαι ωδῶνἐλαιουδῶν δρυὸς ἑνὸς Ἀττικὰς δύο καὶ τῆς χορταίαςκορταίας Ἀττικὰς ἑκατόν . σπούδασον τοίνυν, φίλτατε, κατὰ τὰ κεκελευσμέ να ὑπὸ τοῦ μεγαλείουμεγαλίου αὐτοῦ τὰ συν αγόμενα χρήματα ἀπὸ τούτου τοῦ λόγου ἀπαιτῆσαι πρὸ τοῦ καιροῦ τοῦ τέλους, πρὸς τὸ μηδεμίαν αἰτίαν γενέσθαι περὶ τὸ μέρος τοῦτο. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου Σεβαστῶν τὸ δ, Τῦβι. Αὐρήλιος ὑπηρέτης στρατηγοῦ ἐπήνεγκα τῇ αὐτῇ ἡμέρᾳ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.