no image
DDbDP-text
Letter of a Strategus via HGV-meta
Linked by Trismegistos ID
TM 17497.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Ἀπολλώνιος ὁ καὶ Εὐδαίμων στρατηγὸς Ὀξυρυγχίτου διὰ Πλου διαδόχου Αὐρηλίῳ Ἡρᾷ πραιποσίτῳ η πάγου τῷ φιλτάτῳ χαίρειν. διʼ ὧν ἔγραψεν ἡ ἐμμέλειαἐμμέλια τοῦ κυρίου μου ἐπιτρό που τῆς Ἑπτανομίας Αὐρηλίου Γρηγορίου ἐκέ λευσεν τοῦ δηληγατευθέντος οἴνου τῆς Θη βαΐδος ἐν τῇ ε ἰνδικτίονι τὴν ἡμίσειανἱμίσιαν ἀποσταλῆναι ἐν παλαιῷ ἢ τιμήματος ἑκά στου ξέστου ἐκ δηναρίων ξε, ἀπαντησάντων εἰς τοῦτο ὀπινατόρωνὀπιννατόρων αἱρεθέντοςἑρεθέντος τε καὶ ἀπὸ βουλῆς ἐπιμελητοῦ. φρόντισον τοί νυν δεξάμενος τόδε τὸ ἐπίσταλμα τὸν ἐπιβάλλοντα ξεστισμὸν τῷ ὑπὸ σὲ πάγῳ παραδοῦναι τῷ ἐπιμελητῇ, πρὸς τὸ μηδε μίαν ἐνέδρανἐνδεραν περὶ τὰς στρατιωτικὰς τρο φὰς γενέσθαι. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. ὑπατείας Καικινίου Σαβίνου καὶ Οὐεττίου Ῥουφίνου τῶν λαμπροτάτων, Μεσορὴ ιζ. Αὐρήλιος Διόσκορος ὑπηρέτης στρατηγοῦ ἐπήνεγκα τῇ αὐτῇ ἡμέρᾳ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.