no image
DDbDP-text
Μηνόδωρος Νικάνορι χαίρειν. καλῶς ποιήσεις γράψας επιστολην ἐντολὴν τοῖς κατὰ τόπον τραπον τραπεζίταις εἰς τὸ ἡμέτερον ὄνομα διδόναι ἡμῖν τὸ κατʼ ἄνδρα τῶν πεπτωκότων εἰς τὰ παραγεγραμμένα ἡμῖν ὀφειλήματα, ὅπως ἔχωμεν χρᾶσθαι πρὸς τοὺς διαλογισμούς. ἕως μὲν γὰρ τοῦ νῦν οὐχ ὑπακούουσιν οὐδὲ ὑμεῖς αὐτοὶ ἐπιδίδοτε πλεονάκις ἤδη γεγραφότων ἡμῶν. ἀξιοῦμεν οὖν σε ἔτι καὶ νῦν ἤδη γράψαι τὴν ἐντολήν. οἱ γὰρ ἱππεῖς πλέονα πράγματα παρέχουσιν καὶ καθεστήκασιν ἡμᾶς ἐπʼ Ἀμμώνιον τὸν οἰκονόμον· ἡμᾶς δὲ οὐ προσῆκόν ἐστιν προσδέχεσθαι πτώματα, ἐὰνἐὰμ μὴ παρʼ ὑμῶν λάβωμεν τὸν λόγον τῶν πεπτωκότων ἢ παρὰ τῶν κατὰ τόπον τραπεζιτῶν. ἔρρωσο. ἔτους ϛ Χοιὰχ ιθ. Χοιὰκ κ Νικάνορι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.