no image
DDbDP-text
Letter from Nikobios to Maimachos via HGV-meta
Linked by Trismegistos ID
TM 1943.
Each record below describes this same ancient text from a different angle.
Νικόβιος Μαιμάχωι χαίρειν. ὑπογέγραφά σοι τῆς παρὰ Διοτίμου ἐπιστολῆς τὸ ἀντίγραφοντἀντίγραφον. καλῶς οὖν ποιήσεις γράψας ἡμῖν ἀπολογισμὸν περί τε τοῦ σίτου καὶ τοῦ σησάμου, πόσον εἰσμεμέτρηκας εἰς τὸ πσο αὐτῶι, ὅπως ἐπιστείλωμεν καθότι γράφει. ἔρρωσο. ἔτους λγ, Θῶυθ β. Διότιμος Νικοβίωι χαίρειν. ἐπειδὴ ἀφʼ οὗ ἐξεδημήσαμεν οὐθὲν τῶν κατὰ λόγον ποιοῦσιν οἱ νομάρχαι ἐν τῆι τοῦ σησάμου καὶ τοῦ σίτου μετρήσει, ὡς ἂν λάβηις τὴν ἐπιστολήν, ἐὰνἐὰμ μὴ παραχρῆμα ἀπομετρῶσι τὸ καθῆκον πλῆθος, μηθενὸς ἀπόσχηι, μετρηθήσεται δὲ ἐὰν αὐτὸς ἐπιστῆις ἐφʼ ἕκαστον τόπον καὶ συναναγκάζηις. ἔρρωσο. ἔτους λγ, Μεσορὴ η. Μαιμάχωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.