no image
DDbDP-text
Πρώταρχος Κλειτάρχωι χαίρειν. ἐξειλήφαμεν τὴν ἑκατοστὸν καὶ διακοσιοστὸν παρὰ τῶν τὴν δωρεὰν πραγματευομένων. ἐπεὶ οὖν πίπτει σοι ἐν τοῖς κατὰ σὲ τόποις εἰκοστή, καλῶς ἂν ποι ήσαις συντάξας τοῖς παρὰ σοῦ προσλογεύειν καθότι ὑμῖν καὶ Ἀσκληπιάδης γέγραφεν, ὡς δ ἂν παραγένωμαι ἀπὸ τῆς παραλήμψεωςπα τοῦ χαλκοῦ συνλαλήσω σοι ὥστε σε μὴ διὰ κενῆς εὐχαριστῆσαι ἡμῖν. ἔρρωσο. ἔτους ιθ Παχὼνς ιδ. τραπεζίτηι Κωί του Κλειτάρχωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.