no image
DDbDP-text
Διόδωρος Πασικράτει χαίρειν. ἔχω παρὰ σοῦ ὥστε τῶι βασιλεῖ εἰς τὸν λόγον τῆς σιτωνίας τοῦ Ἑρμοπολίτου, ἃ ἠριθμησάμην παρὰ Νικάνορος τραπεζίτου ἀπὸ τῆς ἐν Ὀξυρύγχων πόλει τραπέζης κατὰ τὴν παρὰ σοῦ γραφεῖσαν αὐτῶι ἐπιστολὴν τὰ διαγραφέντα μοι Φαωφὶ δ, χαλκοῦ νομίσματος τάλαντα δέκα πέντε γίνεται τάλαντα ιε. ἔρρωσο ἔτους ϛ, Χοιὰχ α. Διόδωρος Πασικράτει χαίρειν. ἔχω παρὰ σοῦ ὥστε τῶι βασιλεῖ εἰς τὸν λόγον τῆς σιτωνίας τοῦ Ἑρμοπολίτου, ἃ ἠρι θμησάμην παρὰ Νικάνορος τραπεζίτου ἀπὸ τῆς ἐν Ὀξυρύγχων πόλει τραπέζης κατὰ τὴν παρὰ σοῦ γραφεῖσαν αὐτῶι ἐπιστολήν, τὰ διαγραφέντα μοι Φαωφὶ δ, χαλκοῦ νομίσματος τάλαντα δέκα πέντε γίνεται τάλαντα ιε. ἔρρωσο. ἔτους ϛ Χοιὰχ α. ὁμολογεῖ Διόδωρος ἔχειν κατὰ τὸ σύμβολον τοῦτο χαλκοῦ τάλαντα δέκα πέντε , Μεχεὶρ ι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.