no image
DDbDP-text
Pachtzinsquittung für ehemalige Pächter einer Privatdomäne via HGV-meta
Linked by Trismegistos ID
TM 11413.
Each record below describes this same ancient text from a different angle.
ἀντίγραφον ἀποχῆς. Κύριλλος καὶ Ποιθρῆς οἰκονόμοι Ἰουλίας Βερνίκης Εὐδαίμονι Θεογίτονος καὶ μετόχοις γενομένοιςγεναμένοις μισθωταῖς χαίρειν. μεμετρήμεθα παρʼ ὑμῶν τὸ ἐκφόριον τοῦ διεληλυθότος ιθ ἔτους ὧν ἐγεωργεῖτε περὶ κώμην Θεαδέλφειαν τῆς Θε μίστου μερίδος μέτρῳ χαλκῷ τῆς οὐσίας πυροῦ ἀρτάβαςἀρταβῶν ὀγδοήκοντα ἑπτά γίνονται πυροῦ ἀρτάβαι πζ, καὶ κριθῆς ἀρτάβαςἀρταβω δεκατέσσαραςδεκατεσσαρων ἥμισυἥμισοι γίνονται ἀρτάβαι ιδ γίνονται ἀρτάβαι ιδ 𐅵 καὶ τὰς οἰκονομικὰς μὴ ἐλατ τουμένων ἡμῶν ὑπὲρ ὧν ὀφεί λετεὀφίλεται λοιπῶν φόρων τοῦ αὐ τοῦ ιθ ἔτους. ἔτους κ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαμενὼθ κ. ἀντίγραφον ὑπο γραφῆς· Κύριλλος μεμέτρημαιμεμέτρημε καὶ ἀπέλυσα ὑμᾶς τῆς μισθώσεως καθὼς πρόκειται. Ποιθρῆς οἰκονόμος μεμέτρημαι τὰς τοῦ πυροῦ ἀρτάβας ὀγδοήκοντα ἑπτὰ καὶ κριθῆς ἀρτάβας δεκατέσσαρας ἥμισυἥμισοι καὶ τὰς οἰκονομικὰς καὶ ἀπέ λυσα ὑμᾶς τῆς μισθώσεως κα θὼς πρόκειται. Εὐδαίμων ὁ προγεγραμμένος ἔχω τὸ αὐθεντικὸν καὶ ὁπηνί κα ἂνἐὰν ἐπιζητῇς ἐποίσω πρὸς ἐπίδειξινἐπίδιξιν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.