no image
DDbDP-text
Contratto d’affitto via HGV-meta
Linked by Trismegistos ID
TM 15729.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας Φλαουίων Ἀμαντίου καὶ Ἀλβίνου τῶν λαμπροτάτων Μεσορὴ κβ. ἐμίσθωσεν Αὐρηλία Ἄννις Ἱέρακος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως Αὐρηλίᾳ Νόννᾳ Ἀνινκήτου μετὰ Ὡρίωνος ἀπὸ τῆς αὐτῆς πόλεως ἐπὶἐπεὶ χρόνον ἔτη δύο ἀπὸ αΘὼθ τοῦ εὐτυχῶς εἰσιόντοςἰσιόντος ἔτους κβ ιγ ἀπὸ τῶν ὑπαρχόν των αὐτῇ ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου θερμοῦ βαλανείουβαλανίου τοῦ ὑπὸ τὴν τῆς πόλεως ἀπηλιωτικὴν στοὰν ἀπὸ ὁλοκλήρου οἰκίας τόπον ἕνα ὑπόγειον σὺν αἱροῦσι χρηστηρίοις πᾶσι ἐνοικίου κα τʼ ἔτος κειμένου τόπου ἑνὸς τοῦ συμπεφω νημένου πρὸς ἀλλήλους ἀργυρίου σεβαστοῦ νομίσματος ταλάντων τριάκοντα πέντε τάλαντα λε βεβαιουμένης δὲ τῆς μισθώσεως ἐπάναγκες ἀποδότω ἡ μη μισθωμένη τὸ ἐνοίκιον διʼ ἑξαμήνου τὸ ἥμισυ καὶ χράσθω τῷ τόπῳ ἐπὶ τὸν χρόνον ἀκωλύτως μεθʼ ὃν παραδότω καθαρὸν ἀπὸ κοπρίων καὶ δείσης πάσης καὶ ἃς ἐὰν παραλάβῃ θύρας καὶ κλεῖς· εἰ δὲ μὴ ἀποτεισάτωἀποτισάτω οὗ ἐὰν μὴ παραδῷ τὴν ἀξίαν τιμήν, γινομένης τῆς πράξεωςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.