no image
DDbDP-text
Affitto di una casa via HGV-meta
Linked by Trismegistos ID
TM 21288.
Each record below describes this same ancient text from a different angle.
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Αὐτοκράτορος Σεουήρου Σεβαστοῦ καὶ Μαξιμείνου τοῦ ἐπιφανεστάτου Καίσαρος. ἐμίσθωσαν οἱ κληρονόμοι Διογένους Ἀτᾶ διʼ Αὐ ρηλίων Τααφύγχιος καὶ Ταποῦτος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως Αὐρηλίῳ Σαραπιάδῃ ἀρτο κόπῳ ἀπὸ τῆς αὐτῆς πόλεως, ἐπὶ χρόνον ἔτη τρί α ἀπὸ νεομηνίας τοῦ ὄντος μηνὸς Φαῶφι τοῦ ἐνεστῶτος ιε ἔτους γ ἔτους α ἔτους, τὴν ὑπάρχουσαν αὐτοῖς ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου Μυροβαλάνου οἰ κίαν καὶ αἴθριον καὶ τὰ ταύτης χρηστήρια πάντα, ἐνοικίου κατʼ ἔτος τῆς αὐτης οἰκίας δραχμῶν δισχιλίωνδισχελείων τετρακοσίων . βεβαιουμένης δὲ τῆς μισθώσεως ἐπάναγκες ἀποδό τω ὁ μεμισθώμενος τὸ κατʼ ἔτος ἐνοίκιον διʼ ἑξαμένου τὸ ἥμισυ καὶ χράσθῳ τῇ οἰκί ᾳ ἐπὶ τὸν χρόνον ἀκολούθως καὶ ἐπὶ τέλει τοῦ χρόνου παραδότω τὴν οἰκίαν καθαρὰν ἀπὸ κοπρί ων καὶ δείσης πάσης καὶ ἃς ἐὰν παραλάβῃ θύρας καὶ κλεῖς ἢ ἀποτεισάτω οὗ ἐὰν μὴ παραδῷ εἴ τι δεήσει τὴν ἀξίαν τιμήν, γεινομένης αὐτοῖςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.