no image
DDbDP-text
Contrat d'achat de vin avec paiement anticipé via HGV-meta
Linked by Trismegistos ID
TM 16353.
Each record below describes this same ancient text from a different angle.
χμγ ϙθ ὑπατείας Φλαουίων Συμμάχου καὶ Βοηθίου τῶν ἐνδοξοτάτων Φαῶφι κϛ β ἰνδικτίονος Αὐρήλιος Ἰωάννης υἱὸς Φοιβάμμωνος μητρὸς Μαρίας ἀπὸ ἐποικίου Ἠλία περὶ πρακτορίαν κώμης Σιναρχήβεως τοῦ Ἑρμουπολίτου νομοῦ Αὐρηλίῳ Ἰωάννῃ τῷ θαυμασιωτάτῳθαυμασιoτάτῳ καὶ προνοητῇπρονοητοῦ ἐποικίου ΣιγκερήΣενηκερὴ ἀπὸ τῆς Ἑρμουπολιτῶν χαίρειν. ὁμολογῶ εἰληφέναι καὶ πεπληρῶσθαι παρὰ τῆς σῆς θαυμασιότητος τῆς πρὸς ἀλλήλους συμπεφωνημένης τελείας καὶ ἀξίας τιμῆς κεφαλαίου οἴνου νέου μούστου κνιδίων ἑκατὸν εἴκοσι τριῶντρεῖς γίνεται οἴνου κνίδια ρκγ, ἅπερ σοι ἀποδώσω τῷ θαυμασιωτάτῳθαυμασιoτάτῳ ἐν καιρῷ τῆς τρύγης τῷ Μεσορὴ μηνὶ καρ πῶν τῆς εὐτυχοῦς σὺν θεῷ τρίτης ἰνδικτίωνος ἐν οἴνῳ καλλίστῳ καὶ εὐ αρέστῳ, μέτρῳ τῆς εὐγενεστάτης κύρας Διοσκουριάδος, σοῦ παρέχοντος τὰ κοῦφα αὐτῶν. εἰ δὲ εὑρεθείη ὄξος ἢ ἀποίητος ἢ ὀζόμενος ἐκ τοῦ αὐτοῦ οἴνου ἕως Τῦβι μηνὸς τῆς αὐτῆς ἰνδικτίονος, ἐπὶ τῷ με ἀλλάξαι σοι ἐν καλῷ οἴνῳ ἀνυπερθέτως καὶ ἀναντιρρήτως καὶ ἀναμφιβόλως καὶ ἀπροφασίστως ὑποκειμένηςὑποκειμένων σοι εἰς τοῦτο τὸ χρέοςχρέους πάσης μου τῆς ὑποστάσεως καθάπερ ἐκ δίκης. τὸ γράμμα κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Ἰωάννης Φοιβάμμωνος ὁ προκείμενος πεπλήρωμαι τῆς τελείας τιμῆς τῶν τοῦ οἴνου κνιδίων ρκγ καὶ ἀποδώσω τῇ προθεσμίᾳ ὡς πρόκειται. Φοιβάμμων Πέτρου διάκονος μαρτυρῶμαρδυρῶ τῷ γρα μματείῳτὸ γραμματίου καὶ τῇ δόσιει τοῦ χρυσίου τῆς τιμῆς τοῦ οἴνου. Αὐρήλιοι ἈλῆςἈλῆτος Ἄμμωνος καὶ Ταυρῖνος Ἰωάννου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυροῦμενμαρτυρῶ τῷ γραμματείῳ καὶ τῇ δόσει τοῦ χρυσίου τῆς τιμῆς τοῦ οἴνου. Αὐρήλιος Ἠλίας γνωστὴρ τῆς κώμης Σιναρχήβεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ καὶ ὑπὲρ τῶν παρόντων γράμματα μὴ εἰδότων. διʼ ἐμοῦ Ἁτρῆ συμβολαιογράφου ἐγράφη. χειρόγραφον. Ἰωάννης Φοιβάμμωνος ἀπὸ ἐποικίου Ἠλία ικ σιν τοῦ Ἑρμουπολίτου, κεφαλαίου οἴνου κνίδιων ρκγ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.