no image
DDbDP-text
Weinlieferungskauf via HGV-meta
Linked by Trismegistos ID
TM 34824.
Each record below describes this same ancient text from a different angle.
vestiges ΣτεφανΣτεφάνηςΣτεφανοῦτοςἀπὸ κώμης Τεμσεὺ Σκόρδων τοῦ Ἑρμο πολίτου νομοῦ Αὐρηλίᾳ Θεονίλλᾳ Θεοδώρου ἀπὸ τῆς Ἑρμοπολιτῶν χαίρειν. ὁμολογῶ πεπληρῶσθαι παρὰ τῆς σῆς κοσμιότητος τῆς πρὸς ἀλλήλους συμ πεφωνημένης καί συναρεσάσηςσοι παρεχούσης τελείας τιμῆς οἴνου νέου μούστου κνιδίων διακοσίων πεντήκοντα γίνεται οἴνου κνίδια σν ἅπερ σοι ἀποδώσω τῷ Μεσορὴ μηνὶ τῆς εὐτυχοῦς ὀγδόης ἰνδικτίωνος ἐν οἴνῳ καλλίστῳ καὶ εὐ αρέστῳ μέτρου τοῦ ὅλου χωρίου σοῦ παρεχούσης τὰ κοῦφα αὐτῶν ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας καὶ κρίσεως καὶ δίκης ὑποκειμένων σοι εἰς τοῦτο τὸ γραμμάτιον πάντων μοι τῶν ὑπαρχόντων καθάπερ ἐκ δίκης. τὸ γράμμα κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα . Αὐρήλιος Παπνοῦθις Φοιβάμμω νος ὁ προκείμενος πεπλήρωμαι τῶν τοῦ οἴνου κνιδίων διακοσίων πεντήκοντα καὶ ἀποδώσω τῇ προθεσμίᾳ ὡς πρόκειται. Αὐρήλιος Θεότιμος Ἰωάννου ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.