no image
DDbDP-text
ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ τριάδος πατρὸς καὶ υἱοῦ βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Φωκᾶ τοῦ αἰωνίου ΑὐγούστουἈγούστου καὶ Αὐτοκράτορος ἔτους ἕκτου Φαρμοῦθι ἑκκαιδεκάτῃ ἑνδεκάτης ἰνδικτιῶνος. Αὐρήλιος Θωμᾶς υἱὸςυϊος Παμουνίου ἐκ μητρὸς Τσὶ ἀμπελουργὸς ἀπὸ κώμης Πλήθμεως τοῦ Ἑρμουπολίτου νομοῦ Αὑρηλίῳ Φοιβάμμου ἀπὸ τῆς Ἑρμουπολιτῶν χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ πεπληρῶσθαι παρὰ σοῦ τῆς τελείας καὶ ἀξίας τιμῆς οἴνου μέτρων ὀγδοήκοντα , γίνεται οἴνου μέτρα π ἅπερ παρέξω σοι ἐν τῷ Μεσορὴ μηνὶ τῆς σὺν θεῷ δωδεκάτης ἰνδικτιῶνος ἐν οἴνῳ νέῳ καλλίστῳ καὶ εὐαρέστῳ μέτρῳ τοῦ τὸπου οσαδιοικ γεωργῶν καὶ εἰ εὑρηθείη ὄξος ἤ ἀποίητος ἢ ὀζόμενος ἐξ αὐτῶν μέχρι Τῦβι μηνὸς τῆς αὐτῆς ἰνδικτιῶνος, ὁμολογῶ ἀλλάξαι σοι ἀντʼ αὐτῶν ἐν καλῷ οἴνῳ ἀνυπερθέτως. εἰ δὲ μὴ δώσω σοι τὸν αὐτὸν οἶνον ἐν τῇ αὐτῇ προθεσμίᾳ, παρέξω σοι ὑπὲρ τῆς αὐτῶν τιμῆς χρυσοῦ νομισμάτια δύο ἐμῷ καὶ τῆς ἐμῆς ὑποστάσεως. τὸ παρὸν γραμματεῖον κύριον καὶ βέβαιονβεβιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Θωμᾶς Παμουνίου ὁ προκείμενος ἐθέμην τοῦτο τὸ γραμματεῖον ὡς πρόκειται. Ἀπι Φα Ξ ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Ταυρῖνος Φοιβάμμωνος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου. ΦαρεσμανεῖοςΦαρεσμανῖος Ἰσακίουϊσακιου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου διʼ ἐμοῦ Ἰσάκου σὺν θεῷ συμβολαιογράφου ἐγράφη ιϛ. χειρόγραφονχιρόγραφον οἴνου μέτρων π γενόμενον παρὰ Θωμᾶ Παμουνίου ἀμπελουργοῦ ἀπὸ κώμης Πλήθμεως τοῦ ἙρμουπολίτουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.