no image
DDbDP-text
Kauf von Wein gegen Vorauszahlung via HGV-meta
Linked by Trismegistos ID
TM 34855.
Each record below describes this same ancient text from a different angle.
ἀποίητος ἢ ὀζόμενος ἐκ τοῦ αὐτοῦ οἴνου ἕως Τῦβι μηνὸς τῆς αὐτῆς ἰνδικτίονος ὁμολογῶ ἀλλάξειν σοι ἐν καλῷ οἴνῳ ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας καὶ κρίσεως καὶ δίκης, καὶ ἑτοίμως ἔχω ἀποδώσεινἀποδωσω σοι τὸν ενον οἶνον ἀπὸ τοῦ σοῦ χωρίου, γινομένης σοι τῆς πράξεως ἐκ τʼ ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης· τὸ γραμματεῖον κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Παμῆς Διονυσίου ὁ προκείμενος πεπλήρωμαι τῆς τελείας τιμῆς τῶν τοῦ οἴνου κνιδίων διακοσίων εἴκοσι καὶ ἀποδώσω τῷ καιρῷ ὡς πρόκειται. Αὐρήλιος Φοιβάμμων Κολλούθου ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. ν Ταυρίνου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῷ γραμματείῳγραμματίῳ καὶ τῇ δό σει τοῦ χρυσίου τῆς τιμῆς τοῦ οἴνου. Αὐρήλιος Βίκτωρ Ὥρου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῷ γραμματείῳγραμματίῳ καὶ τῇ δόσει τοῦ χρυσίου τῆς τιμῆς τοῦ οἴνου. διʼ ἐμοῦ Ἰωάννου ἐγράφηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.