no image
DDbDP-text
Plainte auprès du defensor civitatis d'Oxyrhynque via HGV-meta
Linked by Trismegistos ID
TM 129804.
Each record below describes this same ancient text from a different angle.
Φλαουίῳ Ἀρίωνι τῷ ἐλλογιμωτάτῳ σχολαστικῷ καὶ ἐκδίκῳ τῆς ὈξυρυγχιτῶνὈξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίου Παύλου ἀπὸ τῆς αὐτῆς πόλεως. καὶ ἄλλοτε κακοῦργοί τινες ἐπέστησαν τῇ ἡμετέρᾳ αὐλῇ καὶ ἀπελασίαν τετολμήκασιν τῶν διαφερόντων μοι χοίρων, καὶ λιβέλλοιςλιβελλων ἐχρησάμην πρὸς τοὺς αἰδεσίμους ῥιπαρίους καὶ οὐδὲν ἤνυσα, καὶ νῦν τῇ αὐτῇ μελέτῃ χρώμενοι οἱ φύλακεςφύλακαις τῆσδε τῆς Ὀξυρυγχιτῶν πόλεως παραδεδώκασι τὴν αὐτὴν παραφυλακὴν καὶ κακοῦργοί τινες ἐπέστησαν τῇ ἡμετέρᾳ αὐλῇ καὶ τῶν ἡμετέρων χοίρων τὴν ἀπελασίαν πεποιή κασιν. τούτου χάριν τόνδε τὸν λιβέλλον ἐπιδίδωμι τῇ σῇ ἐπιει κείᾳ, μαρτυρόμενος αὐτὸ τοῦτο, ἀξιῶν ἀφαιρεθέντων τούτων ἐνστῆναιἐνστάναι καὶ τῇ ερτη πρὸς τὴν εὐθηνίαν τῆς πόλεως προσεδρεύειν, λογιώτατελογιότατε ἔκδικε κύριε. Αὐρήλιος Παῦλος ἐπιδέδωκα. Φλαουίῳ Ἀρίωνι τῷ ἐλλογιμωτάτῳ σχολαστικῷ καὶ ἐκδίκῳ τῆς ὈξυρυγχιτῶνὈξυρυγχιτῶν πόλεως. ὑπατείᾳ τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἀνθεμίου τοῦ αἰωνίου Αὐγούστου τὸ β, month, day παρὰ Αὐρηλίου Παύλου Φλάουιος ἈρίωνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.