no image
DDbDP-text
Petition to a Defensor via HGV-meta
Linked by Trismegistos ID
TM 22019.
Each record below describes this same ancient text from a different angle.
Φλαουίῳ Ἑρμίᾳ τῷ ἐλλογιμωτάτῳ σχολαστικῷ ἐκδίκῳ τῆς Ὀξυρυγχιτῶν πόλεως παρὰ Φλαουίου Ἄλα οὐικαρίου κάστρου Ψώβθεως ἀπὸ Ὀξυρυγχιτῶν πόλεως. Μηνᾶς σαγματοράπτης ὁρμώμενος ἐκ τῆς αὐ τῆς πόλεως ἐποφείλει μοι ἐγγράφως καὶ κελευσθεὶς παρʼ ἐμοῦ τὴν εὐγνωμοσύνην ποιήσασθαι ὑπερτί θεται. ἀνάγκην ἐκδεχόμενος παρακαλῶ τὴν σὴν παίδευσιν διὰ τῆς ἐπιδόσεως τούτου τοῦ λιβέλλου ὑπὸ ἀσφάλειαν γενάμενον καταναγκασθῆναι τὸ εὐγνῶμόν μοι ποιεῖν, λαμπρότατε ἔκδικε, λογώτατε κύριε. Φλαούιος Ἄλα βικάριοςβικαριου ἐπιδέδωκα. ὑπατείαςὑπατίας Φλαουίου Κεθήγου τοῦ ἐνδοξοτάτου Χοίακ κε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.