no image
DDbDP-text
Pétition via HGV-meta
Linked by Trismegistos ID
TM 34027.
Each record below describes this same ancient text from a different angle.
τῷ μετὰ θεὸν ἀγαθῷ μου δεσπότῃ τῷ πανευφήμῳ καὶ θεοφυλάκτῳ Κύρῳ παρὰ Εὐλογήτου ὑμετέρου δούλου. διαφόρως, ἀγαθὲ δέσποτα, ἐζήτησα προσελθεῖν καὶ φόβος με ἐκώλυσεν. ἀκούσας δὲ ὅτι ὁ θεοφύλακτος Κύρις ἐκέλευσεν ἕκαστον δεόμενον προσελεύσει χρήσασθαι , διʼ ἧς δέομαι καὶ παρακαλῶ ἐλέους τυχεῖν μετὰ τῶν ταπεινῶν μου παίδων διὰ τὴν πολλήν μου στένωσιν. οὔτε γὰρ ἔχω τι ἄλλο πωλῆσαι, ὡς οἶδεν Κύριος, ἀλλὰ καὶ ἀγάπην ἔλαβον διὰ · ἐζήτησα γὰρ καὶ ἂνκἂν τὰ ναῦλα τοῦ μικροῦ πλοιαρίου λαβεῖν παρὰ τοῦ ναύτου εἰς ἀνάλωμά μου καί, ὡς εἶπεν ὁ αὐτὸς ναύτης, ὁ κόμηςκόμις ἩρακλῆςἩρακλεῖς ἐκώλυσεν αὐτά. καὶ μάρτυς μου ὁ Θεός, θεοφύλακτε δέσποτα, διαφόρως ἐκινδύνευσα εἰς τὴν ἐνορίαν φυγεῖν διὰ τὸ μὴ περιφρονεῖν με περὶ τὰ ἔνδοξα πράγματα, ἀλλὰ καὶ τὰ ἀκάνθια εἰσέβαλον εἰς τὸ αὐτὸ πλοιάριονπλοιάριν παρὰ πραγματευτοῦ ἠγορασμένα περὶ ἐννέα νομισμάτων, καὶ τὰς ἀποδείξεις ἔχω· τὰ γὰρ λοιπὰ πάντα ἀπὸ Ἀλεξανδρείας ἐπέμφθησάν μοι, καὶ ἀκμὴν χρεωστῶ ἐκεῖ μέρος· χρεωστῶ δὲ καὶ ἐνταῦθα ἐνοίκια καὶ ἀναλώματα καὶ αὐτὸ γὰρ τὸ πλοιάριονπλοιάριν ἀγοράζω, ἐπειδὴ καὶ τὰ ταπεινά μου ἄλογα ἐπήρθησαν. καὶ πάντοθέν μοι στενά. δάνεισον οὖν καὶ ὑπὲρ ἐμοῦ, δέσποτα, τῷ φιλανθρώπῳ θεῷ· ὁ γὰρ ἐλεῶν πτωχόν , ὡς ἴστε, θεῷ δανείζει . ὡς οἶδεν ὁ Θεός, δέσποτα, τὴν σύνδουλόν μου καὶ τὴν παῖδα αὐτῆς ἐζήτησα πέμψαι εἰς τὰ ἀμμᾶ Ἰωαννίας πρὸς τὴν ἄλλην μου θυγατέρα. καὶ μὴ ἔχων τί δύναμαι δοῦναι αὐταῖς, τοῦτο οὐκ ἔπραξα. διὰ κρίσεως ἀγαθῆς, ὁ θεοφύλακτος Κύρις δύναται καὶ ἐμὲκἀμὲ ἐλεεῖν καὶ κελεύειν τὸ πλοιάριονπλοάριν, εἴπερ παρίσταται τῇ ἀγαθῇ σου ψυχῇ, καὶ καὶ ἂνκἂν ἐκ τῆς εὕρω ὀλίγον ἐλαφρυνθῆναι τῶν χρεῶν. ὡς Κύρις οὖν ἀγαθὸς συγχώρησόν μοι τῷ ἐν πτωχείᾳ μεγάλῃ αραντα οὐδε ὡς δεσπότης θεὸς ἀνευθύνει τὸν πανεύφημον καὶ θεοφύλακτον καὶ ἐμοῦκἀμοῦ προνοήσηται μετὰ τέκνων καὶ ἄλλων ξένων. εὐχομαι δέσποτα, ὅπως συνήθωςσυν τῆς συγκροτήσεως ἀξιούμενος ἀξιούμενος εὐχὰς ἀναπέμψω τῷ μισθαποδότῃ θεῷ ὑπὲρ σωτηρίας καὶ εὐζωίας καὶ ε τῶνε πανευφήμων καὶ θεοφυλάκτων κύρων καὶ ἁμαρτωλῶν ἁμαρτωλῶν ἡμῶν ὄντων, δέσποταSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.