no image
DDbDP-text
Plainte pour coups via HGV-meta
Linked by Trismegistos ID
TM 11188.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Διδύμῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδοςμερίδος παρὰ Αὐρηλίου Ἀμμωνίου Ἥρωνος μητρὸς Θαισᾶτος ἀπὸ κώμης Βακχιάδος. πρὸ ὀλίγων τούτων ἡμερῶν, τοῦ υἱοῦ μου Σατύρου περὶ δυσ μὰςδυσμὴν ἡλίου ἐξελθόντος εἰς τὸ γεμίσαιγεμίσε ὕδωρ εἰς πιεῖνπεῖν, διὰ τὸ ἐν τῇ προκειμένῃ κώμῃ νειλιαῖον ὕδωρ μὴ εἶναι ἀλλὰ ἀπὸ μακρόθεν γεμίζεσθαι ἀπὸ πη γῶν, ἔνιοι ἀπὸ τῆς αὐτῆς κώμης, οὓς ἀγνοῶ, λογοποιούμενοι πρὸς ἑαυτούς, ῥίψαντος ἐξ αὐτῶν τινος λίθον, τραυματιαῖος ὁ υἱός μου, ἀπὸ μακρόθεν στήκωνἑστηκώςστηκώς, ἐγένετο κατὰ τῆς κεφα λῆς. ὅθεν ἐπιδίδωμι τάδε τὰ βιβλίδια καὶ ἀξιῶ ἐν καταχωρισμῷ αὐτὰ γενέσθαι ἐνμάρτυρα εἰς τὸ μένεινμένιν μοι τὸν λόγον πρὸς τοὺς φανησομένους αἰτίους. διευτύχει. ἔτους δ Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Θώθ θ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.