no image
DDbDP-text
Riconoscimento di debito via HGV-meta
Linked by Trismegistos ID
TM 19360.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν Φλαυίων Ζήνωνος καὶ Ποστουμιανοῦ τῶν λαμπροτάτων, μεσορὴ ιθ, γ ἰνδικτίονος. Αὐρηλία Λία Διοσκόρου μητρὸς Λείας ἀπὸ ἐποικίουἐποικείου Ἰλίου τοῦ Ἑρμου πολίτου νομοῦ Αὐρηλίῳ Ἡρακλέωνι Ἱεροκλέους αἰδεσίμῳ πολιτευ ομένῳ ῥιπαρίῳ Ἑρμουπόλεως τῆς λαμπροτάτης. ἐπειδὴ πρὸ τούτου τοῦ ἔτους γενομένηχρείᾳ γενομένῃ ἐδανεισάμην παρὰ σοῦ χρυσοῦ νομισμάτια τέσσαρα , πρὸς ἀσφάλειανἀσφάλεαν τοῦ χρέους ὑπεθέμην σοι φανερ ἐνέχυρα ερονκ πάσης τῆς ἀποκαταστάσεως τοῦ αὐτοῦ χρέους ἕνεκεν καὶ νῦν ὁμολογῶ ὀμνύουσα τόν τε παντοκράτορα θεὸν καὶ τὴν εὐσέβειανα καὶ νίκην τῶν δεσποτῶν ἡμῶν Θεοδοσίου καὶ Οὐαλεντινιανοῦ τῶν αἰωνίων αὐγούστων εχειν πέμπτης καὶ εἰκάδος τοῦ Μεσορὴ τῆς παρούσης τρίτης ἰνδικτίονος τὰταυτὰ τοῦ χρυσοῦ νομισμάτια τέσσαρα παρασχεῖν σοι καὶ ἀναλαβεῖν με παρὰ σοῦ α ἐνέχυρα· εἰ δὲδη μὴ τοῦτο ποιήσω, ἐπὶ τῷ μηκέτι με ἐπιζητεῖν τὰ ἐνέχυρα καὶ δώσειν ἀπὸ καταγνώσεως καὶ παραβάσεως χρυσοῦ νομισμάτιον ἕν , καὶ μηδὲν διεψεῦσθαι. ἡ ὁμολογία κυρία καὶ βεβαία, καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Λία Διοσκόρου ἡ προκειμένη ἐθέμην τὴν ὁμολογίαν καὶ εὐδοκῶ καὶ πείθομαι πᾶσι τοῖς ἐγγεγραμμένοις καὶ ὤμοσα τὸν θεῖον ὅρκον, ὡς πρόκειται. Αὐρήλιος Πινουτίων Ἀννῆτος ἀπὸ Ἀντινοου πόλεως τῆς λαμπροτάτης ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίαςεἰδειης διʼ ἐμοῦ Βίκτορος διὰ Σίωνοςωνος βοηθοῦ ἐγράφηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.