no image
DDbDP-text
Ricevuta di affitto di terrano via HGV-meta
Linked by Trismegistos ID
TM 11166.
Each record below describes this same ancient text from a different angle.
ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου σεβαστοῦ εὐσεβοῦς, μηνὸς Λωίου ιε Παῦνι ιε, ἐν Ἡρακλείᾳ τῆς Θεμίσ του μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολο γεῖ Σοῆρις Ἐριέως ὡς ἐτῶν τὸν ὀφθαλ μὸν δεξιόν, μετὰ κυρίου τοῦ συγγενοῦς Ἁρποκράτου Σώτου ὡς ἐτων γ οὐλὴ δακτύλῳ μι κρῷ χειρὸς ἀριστερᾶς, Πανεφρέμμι Ἀγχώ φεως ὡς ἐτῶν κϛ ἀσήμωι ἀπέχειν παρʼ αὐτοῦ τὴν ὁμολογοῦ σαν ὑπὲρ ἐκφορίων τοῦ διελθόντος ιγ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου οὗ γεωρ γεῖγεωργῖ τοῦ τρφ Ἀγ χώφεως μένην ἀρουρῶν ων ὄντων πρὸς τὸν Πανεφρέμμιν. ἡ προγεγραμμένη Σοῆρις Ἐριέως μετὰ κυρίου τοῦ συγγενοῦς Ἁρποκράτου Σώτου ἀπέχω παρὰ τοῦ Πανεφρέμμεως ὑπὲρ ἐκφορίων ιγ ἔτους ἀργυρίου δραχμὰς εἴκοσι , καθὼς πρόκειται. ἌλκιμοςἈμώνιος γραμματεὺς τοῦ προκιμένου γραφείου ἔγραψα ὑπὲρ αὐτῆς καὶ τοῦ κυρίου φαμένων μὴ εἰδέναι γράμματα. ἐντέτακται διὰ τοῦ ἐν Ἡρακλείᾳ γραφείουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.