no image
DDbDP-text
Affitto di terreno via HGV-meta
Linked by Trismegistos ID
TM 19343.
Each record below describes this same ancient text from a different angle.
χμγ ὑπατείας Φλαυίου Ἀναστασίου τοῦ εὐκλεεστάτου Θὼθ ιζ ἑνδεκάτης ἰνδικτίονος. Φλαυίῳ Πανολβίῳ αἰδεσίμῳ πολιτευομένῳ καὶ ῥιπαρίῳ τῆς Ἀνταιο πολιτῶν υἱῷ τοῦ τῆς λαμπρᾶς μνήμης Ἰωάννου πολιτευσαμένου παρὰ Αὐρηλίου Βίκτορος ἐκ πατρὸς Ψαίου ποιμένος ἀπὸ κώμης Ἀφροδίτης τοῦ αὐτοῦ νομοῦ. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς λαμπρότητος πρὸς μόνον τὸν παρόντα ἐνιαυτὸν κατασπορᾶς γενήματος σὺν θεῷ μελλούσης δωδεκάτης ἰνδικτίονος τὰς ὑπαρχούσας αὐτῇ ἀρούρας ἐν τῷ καλουμένῳ ΣαραπάμμωνοςΣαραπάμωνος ἀνύδρους οὖσας διακειμένας ἐν τῇ πεδιάδι κώμης Φθλα ἐκ λιβὸς τῶν γῃδίων τῶν κληρονόμων τοῦ μακαρίου Ἰωάννου Τριφιοδώρου ἀκολούθως ταῖς φαινομέναις γειτνίαις ἐφʼ ᾧ με τὴν πᾶσαν γεωργικὴν ἐργασίαν ποιήσασθαι καὶ διδόναι τὸν φόρον τῇ σῇ λαμπρότητι ἑκάστης ἀρούρης πρὸς ἀναμέτρησιν τοῦ σχοινίου φακοῦ ἀρτάβας δύο καὶ ἀράκου ἀρτάβας δύο ἐνλι μναζομένων μόνον τῷ φορικῷ σῷ μέτρῳ ἀναμφιλόγως. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος ΒίκτωρΒικτωρος Ψαίου ποιμὴν ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται Αὐρήλιοςπρόκειται Αὐρήλιος Προμαὼς ΒησκούιτοςΒὴς Κούιτος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Φλαύιος Φλαύιος Θεότεκνος Ψαίου ἀποπρ αιποσίτουἀπὸ πραιποσίτου μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. ἐγράφη διʼ ἐμοῦ Οὐίκτορος Ἀπολλἀπὸ μισθώσεως γεναμένης παρὰ Βίκτορος Ψαίου vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.