no image
DDbDP-text
Linked by Trismegistos ID
TM 702542.
Each record below describes this same ancient text from a different angle.
Φλαουίου Βασιλείου τοῦ πανευφήμου ἔτους πεντε καιδεκάτου, Θὼθ δευτέρᾳ καὶ εἰκάδι, πέμπτης ἰνδικτίονος. τῷ δικαίῳ τοῦ εὐκτηρίου τῆς ἁγίας νοτίνης ἐκκλησίας τῆς Ἑρμουπολιτῶν διὰ σοῦ Βασιλείδου προνοητοῦ ἀπὸ Ἑρμοῦ πόλεως παρὰ Αὐρηλίου Λουλοῦτος Πκυλίου μητρὸς ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ μεμισθῶσθαι παρὰ τοῦ δικαίου τῆς αὐτῆς ἁγίας ἐκκλη σίας εἰς ετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ εἰσιούσης ἕκτης ἰνδικτίονος καὶ αὐτῆς τὰς ὑπαρχούσας τῇ αὐτῇ ἁγίᾳ ἐκκλησίᾳ ἀρούρας ἀνύδρους διακειμένας ὑπὸ τὴν παραφυλακὴν τῶν ἀπὸ κώμης τοῦ ἙρμοπολίτουἙρμουπολίτου νομοῦ π ερ εἰς σπορὰν καὶ κατάθεσιν καρ πῶν ὧν ἐὰν αἱρῶμαι, φόρου τούτων ἀποτάκτου κατ’ ἔτος κριθῶν ἀρταβῶν καὶ χρυσοῦ νομισματίων δύο παρὰ κεράτια δώδεκα, ὅνπερ φόρον τῆς αὐτῆς ἁγίας ἐκκλησίας διὰ σοῦ τοῦ αὐτοῦ προνοητοῦ οὕτως· τὴν μὲν φορικὴν κρι θὴν νέον καθαρὸν κεκοσκινευμένον μέ τρῳ Ἀθηναίῳ τῷ μηνὶ Ἐπεὶφ κατ’ ἔτος, καὶ ἀποκαταστήσω τὴν κριθὴν εἰς τὸν θησαυρὸν τῆς αὐτῆς ἁγίας ἐκκλησίας ἰδίοις μου ζῴοις, τὸ δὲ χρυσίον ἐν μηνὶ Φαῶφι κατ’ ἔτος ἀνυπερθέτως. ἡ μίσθωσις κυρία καὶ βεβαία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Λουλοῦς Πκυλίου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιοςαυρης Μηνᾶς Βασιλείου ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.