no image
DDbDP-text
Teilpachtung von Feldern via HGV-meta
Linked by Trismegistos ID
TM 22339.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας τοῦ δεσπότου ἡμῶν Θεοδοσίου τοῦ αἰωνίου Αὐγούστου τὸ β καὶ Φλαυίου Κοινηγίου τοῦ λαμπροτάτου. Φλαυίῳ Ἰσιδώρῳ ἀπὸ βενεφικιαρίων τάξεως ἡγεμονίας Θηβαίδος παρὰ ΑὐρηλίουΦλαυίου Βήκιος Ἁτρῆτος ἀπὸ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης καταμένοντος ἐν τῇ κώμῃ Τιμώνθει τοῦ Ἑρμουπολείτου νομοῦ χαίρειν. βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρὰ σοῦ πρὸς μόν ον ἐνιαυτὸν ἕνα ἀπὸ καρπῶν τῆς εὐτυχοῦς τρίτης νέας ἰνδι κτίωνος τὰς ὑπαρχούσας σου ἀρούρας ὅσαι ἐὰν ὦσι ἐκ λιβὸς τοῦ Τώμεωςἐν Λιβυτη Στωμεως ποταμοῦ γεωργίου καλουμένου Πκολενωτα εἰςεἰ σπορὰν καὶ κατάθεσιν σίτου καὶ ἀναπαυματικῶν γενῶν κατὰ τὸ ἥμισυ, ἀντὶ δὲ τῶν φόρων παρέξωπαρεξωσω σοι τὴν ἡμίσειανἡμίσιανἡμίσειαν πάντων τῶν ἐκβησομένων καρπῶν καὶ ἀχύρων, ἐμοῦ ἐπι γινώσκοντος τά τε σπέρματα καὶ τὰ παντοῖα ἀναλώ ματα ἀπὸ κατασπορᾶς μέχριμεχρεις συνκομιδῆςσυνκομιτῆς καὶ αὐτῆς, φόρου τοῦ πρὸς ἀλλήλους συμπεφωνημένου ξυλικοῦ ὀργάνου σίτου ἀρταβῶν ὀκτὼ ὡς δῆθεν αἰρομένων ἀπὸ τῆς ἐμῆς μερίδος σίτου ἀρτάβας ὀκτώ, ἐφʼ ᾧ ἐμὲ ἐπὶ τῇ ἐν ἀναπαύσειἀναπαύσι μερίδιμερίδει σπείρεινσπίριν ἐν χορτάσ μασι κολοβοφυοῦςβφους ἀρούρας ἓξ ὧνἑξειν σοὶ μὲν τῷ γεούχῳ ἀρούρας δύο, ἐμοὶ δὲ τῷ γεωργῷ ἀρούρας τέσσαρας παρασχομένου μοῦ σοι τῷ γεούχῳ ὑπὲρ λόγου φόρου ἐκ τῆς προκειμένης ἡμισείαςἡμισίας σου τομουσου τ ὁμοῦτούτων ο μου ἀρουρῶν σίτου ἀρτάβας ὀκτώ, τῶν δημοσίων παντοίων τελεσμάτων ὄντων πρὸς σὲ τὸν γεοῦχον. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φαῶφι δ. ΑὐρήλιοςΦλαύιος Βῆκις Ἁτρῆτος ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. ιος Πλουτίων Ἀπίωνος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.