no image
DDbDP-text
Locazione di opera con antecipazione di mercede via HGV-meta
Linked by Trismegistos ID
TM 39664.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος μηνὸς Χοιὰκ νεομηνίᾳ πρώτης ἰνδικτίονος ἐν Ἑρμοῦ πόλει τῆς Θηβαίδος Αὐρήλιος Ἴσακος υἱὸς Φοιβάμμωνος ἐκ μητρὸς Θαησίας γεωργὸς ἀπὸ ἐποικίουἐποικείου καλουμένου ⲡⲥⲁϩⲃⲏⲟⲩⲡⲁϩⲃⲏⲟⲩ πεδίων κώμης Τερτεμβύθεως τοῦ ἙρμοπολίτουἙρμουπολίτου νόμου Φλαυίῳ Θεοδώρῳ τῷ λαμπροτάτῳ υἱῷ τοῦ τῆς λαμπρᾶς μνήμης Μαγίστερος ἀπὸ τῆς ἙρμοπολιτῶνἙρμουπολιτῶν χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ δεδέχθαι παρʼ ὑμῶν λόγῳ προχρείας τῆς ἀρδείας τοῦ ὑμετέρου κτήματος καλουμένου ⲡⲙⲁⲅⲕⲁⲥⲡⲙⲁⲛⲕⲁⲥ πεδίων τῆς αὐτῆς κώμης Τερτεμβύθεως τοῦ ἙρμοπολίτουἙρμουπολίτου νόμου χρυσοῦ νομίσματα ἓξ ἀπὸ κερατίων εἰκοσιτριῶν τοῦ νομίσματος ζυγῷ Ἀλεξανδρείας, γίνεται χρυσοῦ νομίσματα ϛ ἀπὸ κερατίων κγ, ἅπερ ὁμολογῶ παρασχεῖν ὑμῖν μέλλων ἀποστῆναι τῆς τούτων γεωργίας τοῦ κτήματος ἐν χρυσῷ ὡς παρέλαβον παρʼ ὑμῶν χωρίς τινος ὑπερθέσεως καὶ ἀντιλογίας καὶ κρίσεως καὶ δίκης κινδύνῳ ἐμῷ καὶ πόρῳ τῆς ἐμῆς παντοίας ὑποστάσεως. τὸ παρὸν γραμμάτιονγραμμάτειον κύριον καὶ βέβαιον. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἴσακος υἱὸς Φοιβάμμωνος ὁ προκείμενος ἐθέμην τοῦτο τὸ γραμμάτιον ὡς πρόκειται. Αὐρήλιος Γεώργιος υἱὸς τοῦ μακαρίτου Ἑρμαίωνος ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Θεόδωρος ἐλάχιστος διάκονος υἱὸς Ταυρίνου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῷ γραμματίῳγραμματείῳ ἀκούσαςἀκους παρὰ τοῦ θεμένου. Βίκτωρ Ἰούστου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῷτη παρόντιπαροση γραμματίῳ αἰτηθεὶς παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ ΛεοντίουἘππίου σὺν θεῷ συμβολαιογράφου ἐγράφηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.