no image
DDbDP-text
Sale of a Donkey via HGV-meta
Linked by Trismegistos ID
TM 10935.
Each record below describes this same ancient text from a different angle.
ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, μηνὸς Σεβαστοῦ Θὼθ ιϛ, ἐν Θεα δελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Μυσταρίων Ἥρωνος ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ δακτύλωι μικρῷ χειρὸς ἀριστερᾶς Σαταβοῦτι Πεκύσιος ὡς ἐτῶν τριάκοντα οὐλὴ δακτύλωι μικρῶι χειρὸς ἀριστερᾶς πεπρακέναι αὐτῶι ὄνον θήλειανθήλιαν πρωτοβόλον μυόχρουν ταύτην τοιαύτην ἀναπόρριφονἀναπόριφον καὶ ἀπέχειν τὸν Μυσταρίωνα παρὰ τοῦ Σαταβοῦτος τὴν συνπεφωνημένην πρὸς ἀλλήλους τιμὴντειμὴν ἀργυρίου δραχμὰς πεντήκοντα ἓξ παραχρῆμα διὰ χειρὸςχιρὸς ἐξ οἴκου καὶ βεβαιώσεινβεβαιώσιν πάσῃ βεβαιώσειβεβαιώσι. Μυσθαρίων Ἥρωνος ὁμο λογῶ πεπρακέναι τῷ Σαταβοῦτι ὄνον θήλειαν πρωτοβόλον ταύτην τοιαύ την ἀναπόρριφονἀναπόριφον καὶ ἀπέ χειν τὴν τιμὴν ἀργυρίου δραχμὰς πεντήκοντα ἕξ , καὶ βεβαιώσω καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἡρακλείδης Ἡρακλείδου μὴ εἰδότος γράμματα. ἐντέτακται διὰ τοῦ ἐν Θεαδελφείᾳ γραφείου. πρᾶσις Μυσταρίωνος πρὸς Σαταβοῦν ὄνου α.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.