no image
DDbDP-text
Loan of Seed via HGV-meta
Linked by Trismegistos ID
TM 10933.
Each record below describes this same ancient text from a different angle.
ἔτους τρεισκαιδεκάτουτρισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, μηνὸς ΓερμανικείουΓερμανικου Παχὼν θ, ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁ μολογεῖ Αὐρήλιος Πωλίων Παιμέως μητρὸς Ταβοῦτος ἀπὸ κώμης Σοκνοπαίου Νήσου ὡς ἐτῶν λ οὐλὴ γαστροκνημίῳ ποδὸς δεξιοῦ Αὐρηλίῳ Ἀγαθείνῳ Ἀγαθοῦ τοῦ Ἀλεξάνδρου ἀπὸ ἀμφόδου Λινυφείων ἔχεινἔχιν παρʼ αὐτοῦ ὁ Αὐρήλιος Πωλίων χρῆσιν ἐνἐγ γένειγένι λαχανοσπέρμου ἀρτάβας τρεῖςτρῖς, καὶ ἐπάναγκον ἀποδώσεινἀποδώσιν αὐτον τῷ Αὐρηλίῳ Ἀγαθείνῳ ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ιγ ἔτους ἐν ἐποικίῳ Πισαεὶ μέτρῳ ἑνδεκαμέτρῳ ἀνυπερθέτως, ἐγλογῆς οὔσης τῷ Αὐρηλίῳ Ἀγαθείνῳ ἤτοι τὸ λαχανόσπερμον λαμβάνεινλαμβάνιν εὐάρεστον ἢ τὴν ἐπὶ τοῦ καιροῦ ἐσομένην πλείστηνπλίστην τιμήντειμήν, γεινομένης αὐτῷ τῆς πράξεως ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκἐγ δίκης, μένοντος τῷ Ἀγαθείνῳ τοῦ λόγου περὶ ὧν ἄλλων ὀφείλειὀφείλι αὐτῷ ὁ Πω λίων καθʼ ἃ ἔχειἔχι γράμματα· καὶ ἐπερωτηθεὶς ὡμολόγησεν. νοπ σάκκου λαχανοσπέρμου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.