no image
DDbDP-text
Applications to Receive the Dole via HGV-meta
Linked by Trismegistos ID
TM 16603.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Πλουτίωνι γραμματεῖ σιτηρεσίου παρὰ Αὐρηλίου Ἀβινούνιος Ἀμμωνίου τοῦ Διδύμου μητρὸς Ταύριος ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλε ως. ἀναγραφόμενος ἐπʼ ἀμ φόδου Δρόμου Γυμνασίου ἐπικριθεὶς τῷ ια ἔτει καὶ γενό μενος πρὸς τὸ ἐνεστὸς β ἔτος ἐτῶν κ καὶ ἐκ τοῦ γενομένου κλήρου κατὰ τὰ δόξαντα τῇ κρατίστῃ βουλῇ ἐπίλογχος λαχὼν χώρας παραπεσούσης εἰσάγωἰσάγω ἐμαυτὸν ἀντὶ Τρύφωνος Ἀπολλωνίου τοῦ Ἀπολλωνίου μητρὸς Ξεναρχίδος ὄντος ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου, τε τελευτηκότος, καὶ ἀξιῶ ἐν ταγῆναι πρὸς τὸ καὶ ἐμὲκἀμὲ μετα σχεῖν τῆς τοῦ σιτηρεσίου δωρεᾶς. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κλαυδίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Μεχείρ Αὐρήλιος Ἀβινοῦνις ἐπιδέ δωκα. Αὐρήλιος Θῶνις ὁ καὶ Ἀχιλλᾶς Σαραπίωνος ἔγρα ψα ὑπὲρ αὐτοῦ μὴ εἰδότοςἰδότος γράμματα. Αὐρήλιος Σερῆνος ἐπικριτής· οὗτός ἐστιν ὁ ἐπι κριθεὶς ὃς καὶ ἀναγορευθεὶς ὑπήκουσεν. Αὐρήλιος Βησάμμων καὶ οἱ σὺν ἐμοίSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.