no image
DDbDP-text
Applications to Receive the Dole via HGV-meta
Linked by Trismegistos ID
TM 2895.
Each record below describes this same ancient text from a different angle.
κζ ἀντίγραφον Αὐρηλίῳ Πλουτίωνι γραμματεῖ σιτηρεσίου παρὰ Αὐρηλίου Ἀγαθοῦ Δαίμονος Ἀρείου τοῦ Σαραπίωνος μητρὸς Σενψόιτος ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχειτῶν πόλεως. Ὀξυρυγχείτης τυγχάνων καὶ ἐπικριθεὶς ἐπʼ ἀμφόδου Δρόμου Θοήριδος καὶ γενό μενος εἰς τὸ ἐνεστὸς β ἔτος ἐτῶν κ ἐκ κλή ρου εἰσάγω ἐμαυτὸν ἀντὶ Ἀντιόχου Ἀντιόχου τοῦ καὶ Διογένους τοῦ Ἀντιόχου μητρὸς Θεοδώρας ὄντος ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου, τετελευτηκότος, καὶ ἀξιῶ δεικνὺς ἐμαυτὸν πολίτην ὄντα μεταλαβεῖνμεταλαβῖν τῆς τοῦ σιτηρεσίου διαδόσεως. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κλαυδίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Θὼθ κζ. Αὐρήλιος Ἀγαθὸς Δαί μων Ἀρείου ἐπιδέδωκα. Αὐρήλιος Ἀπολλώνιος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. Αὐρήλιος Σερῆνος ἐπικριτής· οὗτός ἐστιν ὁ ἐπικριθείς, ὃς καὶ ἀναγορευθεὶς ὑπήκουσεν. Αὐρήιος Δίδυμος γενόμενος φύλαρχος· οὕτως ἔχει καί ἐστιν αὐτὸς ὁ προκείμενος, ὃς καὶ ἀνα γορευθεὶς ὑπήκουσεν. Αὐρήλιος Θέων γνωστήρ· οὗτός ἐστιν ὁ διακριθείς, ὃν καὶ γνωρίζω. Αὐρήλιος Σαρᾶς ὁ καὶ Ἰσίδωρος γνωστήρ· οὗτός ἐστιν ὁ διακριθείς, ὃν καὶ γνωρίζω. ἐνετάγη β ἔτους Φαῶφι. Δρόμου Θοήριδος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.