no image
DDbDP-text
Retard dans le paiement au fisc du φόρος d’un verger via HGV-meta
Linked by Trismegistos ID
TM 3383.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἀλέξανδρος Πειθ, ἐκ Φαρβαίθου, τῆς Ἡρακλείδου μερίδος. ἀδικοῦμαι ὑπὸ Ἀπολλωνίου τκατακωνομ ἐμοῦ γὰρ μισθωσαμένου παράδεισονπαράδισον, τοῦ κβ ἔτους, πα ρὰ φόρον τοῦ παραδείσουπαραδίσου τούτου δραχμὰς κ, ἵνα ἐνβά λῃ εἰς τὴν τράπεζαν, τούτων ἐνβέβληκεν δραχμὰς ι, τὰς δὲ δέκα δραχμὰς ἐφείλκυσταιἐφήλκυσται ἔτι καὶ νῦν οὐκ ἐνβαλὼν εἰς τὴν τράπεζαν· ἐγὼ δὲ πράττομαι ὑπὸ Θευγένους, τοῦ κυρίου τοῦ κτήματος, κατὰ τὴν συνγραφὴν ἣν πεποίημαι αὐτῶι, τούς τε τόκους καὶ τὴν ἡμιολίαν, παρὰ τὸ τὸν Θευγένην τετάχθαι ἐπὶ τὴν τράπεζαν τὰς ι δραχμὰς. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι ωνι τῶι ἐπιστάτηι ἀποστεῖλαι Ἀπολλώνιον διακριθησόμενόν μοι ἐπʼ αὐτοῦ καί, ἐὰν ἦι ταῦτα ἀληθῆ, πραχθῆναι αὐτὸν τὰς ι δραχμὰς σὺν δια φόροις οἷς καὶ αὐτὸς πράττομαι, ἵνα, ἐπὶ σὲ καταφυγών, βασιλεῦ, τοῦ δικαίου τύχω. εὐτύχει. ωνι. ἐπισκεψάμενος φρόντισον ὅπως τῶν δικαίων τύχηι. ἔτους κε, Λωίου κϛ, Χοίαχ ιγ. ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ. Ἀλέξανδρος πρὸς Ἀπολλώνιον περὶ μισθώσεως παραδείσου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.