no image
DDbDP-text
Reconnaissance d’une dette fictive via HGV-meta
Linked by Trismegistos ID
TM 3324.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Σώπολις. ἀδικοῦμαι ὑπὸ Δημοῦς τινος, τῶν κατοικουσῶν ἐνἐγ Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ, ἣ καὶ μισθαρνεῖ. παραστησαμένη γάρ τινας ἐξ ἀπάτηςτης, ἀνέπεισεν τὸν υἱόν μου Σώπολιν, οὐδέπω ὄντα τῶν ἐτῶν, συγγράψασθαι αὐτῆι δανείου δραχμῶν Α. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, συντάξαι Διοφάνει τῶι στρατηγῶι ἀνακαλέσασθαι τήν τε Δημοῦν καὶ τὸν ἐπιγραφέντʼ αὐτῆς κύριον καὶ τὸν συγ γραφοφύλακα, καὶ ἐξετάσαι μισοπονήρως καί, ἐὰνἐὰμ μὴ φαίνηται χρῆσις τοῦ ἀργυρίου γεγενημένη κατὰ μηδένα τρόπον, ἡ δὲ συγγραφὴ ἐπʼ ἀδικίαι γεγραμμένη, ἡμῖνἡμῖμ μὲν ἐπαναγκάσαι αὐτὴν ἀποδοῦναι ἡμῖν τὴν συγγραφήν, περὶ δʼ αὐτῆς Διοφάνην τὸν στρατηγὸν διαγνῶναι. τούτου γὰρ γενομένου, βασιλεῦ, οὐκ ἀδικη θήσομαι, χρείας καὶ σοὶ καὶ τῶι σῶι πατρὶ ἀμέμπτως παρεσχημένος. εὐτύχει. συναπεστάλη Δημήτριος Νικαγόρου. ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ. ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ. Σώπολις πρὸς Δημοῦν περὶ ουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.