no image
DDbDP-text
Prêt d’orge via HGV-meta
Linked by Trismegistos ID
TM 3321.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Θεωνίδης, ἐξ Ἀμμωνιάδος. ἀδικοῦμαι ὑπὸ Σεύθου ἱππέως ἑκατονταρούρου, ὃς κατοικεῖ ἐν τῆι αὐτῆι κώμηι. ὀφείλων γάρ μοι διὰ χειρὸςχερὸς κριθῶν ἀρτάβας ιε ἅς μοι ἐτάξατο ἀποδώσειν ἀπὸ τῶν γενημάτων τοῦ κϛ ἔτους καὶ παρελη λυθότος τοῦ χρόνου, πλεονάκι ἀπῃτημένοςἀπηιτημένος ὑπʼ ἐμοῦ, οὐκ ἀποδίδωσίν μοι. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Ἀγαθοκλεῖ τῶι ἐπιστάτηι ἀποστεῖλαι Σεύθην ἐπʼ αὐτὸν καί, ἐὰν ἦι ταῦτα ἀληθῆ, ἐπαναγ κάσαι αὐτὸν ἀποδοῦναί μοι, εἰ δέ τι ἀντιλέγει, μὴ ὀφείλειν ὀμόσας μοι, ἀπολελύσθω, ἵνα μὴ ἀδικηθῶ, ἀλλʼ ἐπὶ σὲ καταφυγών, βασιλεῦ, τὸν πάντων εὐεργέτην, τοῦ δικαίου τύχω. εὐτύχει. Ἀγαθοκλεῖ. ἐπίσκεψάμενος φρόντισον ὅπως τῶν δικαίων τύχηι. ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ. ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ. Θεωνίδης πρὸς Σεύθην περὶ κριθῶν ἀρταβῶν ιε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.