no image
DDbDP-text
Salaire d’un domestique via HGV-meta
Linked by Trismegistos ID
TM 3323.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Πίστος Λεοντομένους, Πέρσης τῆς ἐπιγονῆς. ἀδικοῦμαι ὑπὸ Ἀριστοκράτου, Θραικὸς, ἑκατονταρούρου τῆς α ἱππαρχίας, τῶν κατοικούντων ἐν Αὐτοδίκηι. τοῦ γὰρ γ ἔτους, μηνὸς Αὐδναίου η, ἐμοῦ ἐνἐμ Αὐτοδίκηι σαντος αὐτῶι κατὰ συγγραφὴν α Πτολεμαι ἐφʼ ὧι ἀκολουθήσω αὐτῶι ἐν τῆι στρατείαι τὰς χρείας αὐτῶι παρεχόμενος ε καταστῆσαι εἰς Αὐτοδίκην, λαμβάνων παρʼ αὐτοῦ μισθοῦ κατὰ μῆνα τὸ συγχωρηθὲν πρὸς ἀλλήλους, ἐμοῦ δʼ αὐτῶι τὰς χρείας παρεσχημένου καὶ ἀνεγκλήτου γεγονότος καὶ κατε στηκότος μου αὐτὸν εἰς Αὐτοδίκην συγγραφὴ διαγ προσοφείλων μοι Ἀριστοκράτης ἀπὸ τῶν μισθῶν ι δραχμάς, ἀπαιτούμενος ὑπό μου οὐκ ἀποδίδωσι καταφρονῶν διὰ τῆς ἀσθενείας ἀλλὰ οἷός ἐστιν ἐπιπλέκειν με. δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Πυθιάδει τῶι ἐπιστάτηι ἀποστεῖλαι Ἀριστοκράτην ἐπʼ αὐτὸν καί, ἐὰν ᾖ ἃ γράφω ἀληθῆ, ἐπαναγκάσαι αὐτὸν ἀποδοῦναί μοι τὰς ι δραχμὰς καὶ ἄρασθαί μοι τὴν συγγραφήν, ὅπως μὴ ἐπιπλεκῶ ὑπʼ αὐτοῦ, ἵνα διὰ σέ, βασιλεῦ, τύχω τῆς βοηθείας. εὐτύχει. Πυθιάδει. ἐπισκεψάμενος φρόντισον ὅπως τῶν δικαίων τύχηι. ἔτους δ, Δαισίου κζ, Ἁθὺρ κη. ἔτους δ, Δαισίου κζ, Ἁθὺρ κη. Πίστος Λεοντομένους Πέρσης πρὸς Ἀριστοκράτην ἑκατοντάρουρον περὶ δραχμῶν ι καὶ συγγραφῆς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.