no image
DDbDP-text
Plainte d’un père contre une fille ingrate (serment royal) via HGV-meta
Linked by Trismegistos ID
TM 3301.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Κτησικλῆς. ἀδικοῦμαι ὑπὸ Διονυσίου καὶ Νίκης τῆς θυγατρός μου. ἐμοῦ γὰρ ἐκθρέψαντος τὴν ἐμαυτοῦ θυγατέρα καὶ παιδεύσαντος καὶ εἰς ἡλικίαν ἀγαγόν τος, ἀκληρήσαντος δέ μου κατὰ τὸ ἴδιον σῶμα καὶ τοῖς ὀφθαλμοῖς ἀδυνατοῦντος, οὐχ οἵα μοι ἦν ἐπαρκεῖν τῶν ἀναγκαίων οὐδέν· ἐμοῦ δὲ βουλομένου παρʼ αὐτῆς τὸ δίκαιον λαβεῖν ἐν Ἀλεξανδρείαι, κατεδεήθη μου, καὶ τοῦ ιη ἔτους ἐχειρογράφησέ μοι ὅρκον βασιλικὸν ἐπὶ τοῦ Ἀρσινόης ἀκτίας ἱεροῦ, δώσειν μοι καθʼ ἕκαστον μῆνα δραχμὰς εἴκοσι , ἐργαζομένη αὑτῆι τῶι ἰδίωι σώματι· ἐὰν δὲ μὴ ποιῆι ἢ παραβαίνηι τι τῶν κατὰ τὴν χειρογραφίαν ἀποτεῖσαί μοι αὐτὴν δραχμὰς φ ἢ τῶι ὅρκωι ἔνοχον εἶναι. νῦν δὲ φθαρεῖσα ὑπὸ Διονυσίου, ὄντος κιναίδου, οὐ ποιεῖ μοι τῶν κατὰ τὴν χειρογραφίαν οὐδὲν καταφρονοῦσά μου διὰ τοῦ γή ρως καὶ τῆς ὑπαρχούσης μοι ἀκληρίας. δέομαι οὖν σου, βασιλεῦ, μὴ περιιδεῖν με ὑπὸ τῆς θυγατρὸς ἀδικούμενον καὶ Διονυσίου τοῦ φθείραντος αὐτὴν κιναίδου, ἀλλὰ προστάξαι Διοφάνει τῶι στρατηγῶι ἀνακαλεσάμενον αὐτοὺς διακοῦσαι ἡμῶν τῶι μ φθείραντι αὐτὴν χρήσασθαι Διοφάνην ὡς ἂν αὐτῶι φαίνηται, Νίκην δὲ τὴν θυγατέρα μου ἐπαναγκάσαι τὰ δίκαιά μοι ποιεῖν κ τούτων γὰρ γενο μένων, οὐκ ἀδικηθήσομαι, ἀλλὰ ἐπὶ σέ, βασιλεῦ, καταφυγών τοῦ δικαίου τεύξομαι. συναπεστάλη Εὐφορ ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ. Κτησικλῆς πρὸς Διονύσιον καὶ Νίκην τὴν θυγατέρα περὶ χειρογραφίας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.