no image
DDbDP-text
Dénonciation d’un vol via HGV-meta
Linked by Trismegistos ID
TM 3093.
Each record below describes this same ancient text from a different angle.
Νικάνορι καὶ τοῖς συνφυλακίταις Κιρκᾶ παρὰ Παήσιος τοῦ καὶ γης Κεφαλᾶτος τῶν ἐκ τῆς Ἀκώριος ΛίβυοςΛίβυς τῶν Δημητρίου ἱππέων μισθοφόρων. τῆι νυκτὶ τῆι φερούσηι εἰς τὴν ιδ τοῦ Ἁθὺρ τοῦ θ ἔτους ἐπιβαλόντες τινὲς λῃστικῷ τρόπωι εἰς τὸν ὑπάρχοντά μοι οἶκον π περὶ τὴν αὐτὴν ἐξέδυσαν τοὺς ἐνοικοῦντας καὶ τὰ πρὸς τὴν γεωργικὴν κατασκευὴν καὶ τὰ ἄλλατἆλλα τὰ ἐν τῶι αὐτῶι τόπωι ᾤχοντο ἔχοντες, ὧν τὸ καθʼ ἓν ὑπόκειται. ἐπεὶ οὖν ὑπολαμβάνω τὰ τῆς ἐπιθέσεως γεγονέναι Κωννῶτος ΚυνοπολίτουΚυνοπολείτου, καταγεινομένου δʼ ἐν τῆι Αἴθωνος, καὶ ἑτέρων σὺν αὐτῶι, οὓς τὰ ὀνόματα ἀγνοῶι, ἐπιδίδωμι ὑμῖν τὴν προσαγγελίην ὅπως οἱ αἴτιοι ἀναζητηθέντες ἐξαποσταλῶσι ἐπὶ τὸν στρατηγόν, ἵνα ἐμοὶ μὲν τὰ διαπεφωνημένα ἀποκατασταθείη, οἱ δὲ αἴτιοι τύχωσι τῶν ἐξα κολουθούντων· τούτου δὲ γενομένου ἔσομαι αν λληε εὐτύχει. ἔτους θ Ἁθὺρ ιϛ ἔστιν δὲ τὸ καθʼ ἕν· Σωτιόγχιος· χιτὼνκιτὼν καὶ ἱμάτιον καὶ σάκκοςσακκον, Πλῆνις ὁ ἀδελφός· χιτώνκιτών, ἄροτρον α, ζυγὸν α, Παπτῦτις· χιτὼνκιτὼν καὶ σάκκοςσακκον καὶ τῶν ἐπιξενωθέντων· ἱμάτιαἱματιωνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.