no image
DDbDP-text
ἀπαρχή via HGV-meta
Linked by Trismegistos ID
TM 15714.
Each record below describes this same ancient text from a different angle.
Μᾶρκος Λουκρήτιος Διογένης Μάρκου Λουκρητίου Μίνωρος Ἁδριάνιος ὁ καὶ Ζήνιος ὡς ἐτῶν λβ ὑπὲρ υἱοῦ Ἑρεννᾶτος ἐνιαυτοῦ ἑνὸς εἰς Ποσιδεῶνα Θὼθ ιϛ τοῦ ἐνεστῶτος ιη ἔτους Σεουήρου καὶ Ἀντωνίνου καὶ Γέτα Καισάρων τῶν κυρίων ἐκ τῆς ἀποζευχθείσης γυναικὸς Ἀμμωναρίου Σύρου ἀπὸ κώμης Φιλαδελφείας τοῦ Ἀρσινοείτου νομοῦ ὡς ἐτῶν ιζ. γνωστῆρες· Γάιος Ἰούλιος Νίνναρος Λου κρητίας τῆς καὶ Κελερείνης Ἁδριάνιος ὁ καὶ Ζήνιος, Λούκιος Νώνιος Ἐπίμαχος Λουκίου Νωνίου Ἐπιμάχου Ὀσειραντινόειος ὁ καὶ Κλει τόριος, Ἑρμίας Ἀνουβίωνος Ἀμμωνίου Αἰλιεὺς ὁ καὶ Πολιεύς. ἔτους ιη Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ, μηνὸς Ληναιῶνος Φαῶφι κ. ἐπὶ πρυτάνεως Μάρκου Αἰλίου Αὐρηλίου Ἡλιοδώρου αἰωνογυμνασιάρχου. Διόσκορος ὁ καὶ Πλουτογένης πρυτανικὸς καὶ γραμματεὺς τῆς κρατίστης βουλῆς σεσημείωμαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.